Στάσις γʹ
«Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου». Φυσιολογία τὸ πρόσρημα· πρῶτον γάρ τις ἐπιβλέπει καὶ οὕτως ἐλεεῖ. Θεὸς δέ, οὐ σωματικῶς, ἀλλ’ ἀπορρήτοις καὶ ἀσωμάτοις ὄμμασι πάντα φέρων κατ’ ὀφθαλμῶν, τὸν κόσμον αὐτοῦ ἐλεεῖ. Περισσοτέρως τοὺς ἀξίους ἐλέους ἐπιβλέπει γνησίως. «Τὰ διαβήματά μου», τὰ φρονήματα τῆς σαρκός μου, «κατεύθυνον κατὰ τοὺς λόγους τῶν νόμων σου καὶ μὴ κατακυριευσάτω μηδεμία τῶν ἀνομιῶν» ὀλέθριος προσβολή. «Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων». Πολλάκις με οἱ περὶ Σαοὺλ ὡς ἐπίβουλον συνεκοφάντουν. «Λύτρωσαί με καὶ φυλάξω τὰς ἐντολάς σου», ὥστε μήτε συκοφαντῆσαι μήτε ψευδομαρτυρῆσαι, καθὼς αἱ ἐντολαί σου θεσπίζουσι. «Τῆς φωνῆς μου ἄκουσον, Κύριε», οὐ κατὰ ἀξίαν ἐμήν, ἀλλὰ «κατὰ τὸ ἔλεός σου», καὶ «κατὰ τὸ κρῖμά σου ζῆσόν με». «Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία» καὶ κινδυνεύουσιν ἄρδην «ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν». «Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην», ἤτοι, κατεφλεγόμην, «ὅτι οὐ συνῆκαν φυλάξαι τὰ λόγιά σου». Ἐγὼ δὲ «ἀγαλλιάσομαι ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά». Ἀγαλλιάσονται μὲν οἱ τοὺς ἐχθροὺς κατασφάττοντες καὶ λαμβάνοντες τὰ ἐκείνων ὅπλα καὶ τὰ ἐσθήματα· ἀλλ’ ἔγωγε ἐπὶ τὰ λόγιά σου πλέον ἐκείνων ἀγάλλομαι. «Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε, ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου».