Ὅτι καὶ ὁ θεόπτης Μωϋσῆς οὕτω φησίν. «Ἐν αὐτοῖς οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ’ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν.» Καὶ ὁ θεῖος Ἀπόστολος Πέτρος ἐν αὐτοῖς ἐγκαυχώμενος βοᾷ· «εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι.» Καὶ ὁ Παῦλος φησίν, «κᾂν ἡμεῖς, ἢ ἐξ οὐρανοῦ Ἄγγελος εὐαγγελίζεται ὑμῖν παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». Τούτων οὖν οὕτως ὄντων καὶ διαμαρτυρομένων ἡμῖν, ἀγαλλώμενοι ἐπ’ αὐτοῖς, ὡς εἴ τις εὕροι σκῦλα πολλά, ἀσπασίως τοὺς θείους Κανόνας ἐνστερνιζόμεθα, καὶ ὁλόκληρον τὴν αὐτῶν διαταγὴν καὶ ἀσάλευτον κρατύνομεν, τῶν ἐκτεθέντων ὑπὸ τῶν σαλπίγγων τοῦ Πνεύματος πανευφήμων Ἀποστόλων, τῶν τε ἐξ ἁγίων Οἰκουμενικῶν Συνόδων, καὶ τῶν τοπικῶς συναθροισθεισῶν ἐπὶ ἐκδόσει τοιούτων διαταγμάτων, καὶ τῶν ἁγίων Πατέρων ἡμῶν· ἐξ ἑνὸς γὰρ ἅπαντες καὶ τοῦ αὐτοῦ Πνεύματος αὐγασθέντες, ὥρισαν τὰ συμφέροντα· καὶ οὓς μὲν τῷ ἀναθέματι παραπέμπουσι, καὶ ἡμεῖς ἀναθεματίζομεν, οὓς δὲ τῇ καθαιρέσει, καὶ ἡμεῖς καθαιροῦμεν, οὓς δὲ τῷ ἀφορισμῷ, καὶ ἡμεῖς ἀφορίζομεν, οὓς δὲ ἐπιτιμίῳ παραδιδόασι, καὶ ἡμεῖς ὡσαύτως ὑποβάλλομεν. Ἀφιλάργυρος γὰρ ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· ὁ βεβηκὼς εἰς τρίτον οὐρανὸν καὶ ἀκούσας ἄῤῥητα ῥήματα Παῦλος ὁ θεῖος Ἀπόστολος διαῤῥήδην βοᾷ.