ἐκολλήθη Λέγει τὴν συγκατάβασιν, ἣν ἐποιήσατο ἐπὶ τῆς γῆς διὰ τὸν ἄνθρωπον. ζήσομαι Καθὼς γὰρ ἐβουλεύσατο ὁ θεός, οὕτως καὶ ἐζωοποίησε τὸν ἄνθρωπον. τὰς ὁδούς Ὁ προφήτης νῦν βοᾷ, προαναφωνήσας τὴν παρουσίαν τοῦ Χριστοῦ καὶ θεοῦ. καὶ ὁδόν Καὶ αὕτη φωνὴ τοῦ προφήτου. καὶ ἀδολεσχήσω Μεριμνήσω, φησί, πότε εἰς πέρας ἔλθωσι τὰ θαυμάσιά σου, ἃ ἐβουλεύσω (ἐβουλήθης) περὶ τοῦ ἀνθρώπου. ἐνύσταξεν Πέτρος καὶ οἱ σὺν αὐτῷ, τῇ λύπῃ βαρυνόμενοι τῇ ὥρᾳ τῆς προδοσίας. βεβαίωσον Ὁ προφήτης φησί· βεβαίωσον τοὺς λόγους μου, οὓς προανεφώνησα. ὁδόν Ὁ πιστὸς ἄνθρωπος δέεται τοῦ θεοῦ μὴ συγχωρεῖν τῷ πονηρῷ ὑποσκελίζειν αὐτόν. καὶ τῷ νόμῳ Οὔτε γὰρ ἄλλως ἔνι (ἐνῆν) σωθῆναι, εἰ μὴ τῇ μελέτῃ τοῦ νόμου. ὁδὸν ἀληθείας Ὅσοι γὰρ τὴν ἀλήθειαν ποθοῦσι καὶ φυλάττουσι, μακάριοι. τὰ κρίματα Ὁ γὰρ κολλώμενος τῷ θεῷ τοῖς κρίμασιν αὐτοῦ διὰ παντὸς ἐνατενίζει. ἐκολλήθην Τῇ μελέτῃ τῶν γραφῶν ὁ κολλώμενος οὐ καταισχύνεται. ὁδόν Ὅταν γὰρ ἡ καρδία ἐν ἀνέσει ἐστίν, ὡς ἐν πλάτει, τότε ὁ ἄνθρωπος ἀνεμποδίστως βαδίζει τὴν ὁδὸν τοῦ θεοῦ. νομοθέτησον Δίδαξόν με, φησίν, τὴν ὁδόν σου βαδίζειν, ὁ κατὰ θεὸν ἀγωνιζόμενος λέγει. καὶ ἐκζητήσω Δῆλον γάρ, ὅταν μάθῃ ὁ πιστὸς ἄνθρωπος τὴν ὁδὸν τοῦ κυρίου, ἀμερίμνως βαδίζει. συνέτισόν με Ἐὰν γὰρ διδαχθῶ, ἐρευνᾶν οὐ παύομαι. καὶ φυλάξω Δῆλον γάρ, ὅτι οἱ μαθόντες ἀκριβῶς καὶ φυλάττουσιν.