Νόμος οὖν ἐδόθη παρὰ τοῦ Θεοῦ, ὅτι αὐτός ἐστι βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων. Ἔστι δὲ νόμος κοινὸν παράγγελμα ἐπὶ πᾶσιν ἀνθρώποις· ἄρχουσιν, ἀρχομένοις· δούλοις, δεσπόταις· πλουσίοις, πένησιν. Εἴρηται δὲ παρὰ τὸ νέμειν. Ἐπὶ πᾶσι γὰρ ἀνθρώποις νενομοθέτηται, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις τὸν ἀγρὸν τοῦ πλησίον σου, τίμα τὸν πατέρα σου καὶ μητέρα σου. Τὸ αὐτὸ δὲ καὶ ἐντολὴ εἴρηται, ὅτι ἐντέλλεται ὑμῖν ὁ Θεὸς τὸ ἀγαθὸν ποιεῖν, καὶ τοῦ φαύλου ἀπέχεσθαι. Δικαιώματα δὲ καὶ κρίματα, καθ᾽ ὃ καὶ οἱ δίκαιοι φυλάττοντες τὰς ἐντολὰς δικαιοῦνται παρὰ τῷ Θεῷ, οἱ δὲ παραβαίνοντες ἁμαρτωλοὶ κατακρίνονται. Μαρτύρια δὲ εἴρηται, ἐπειδὴ διαμαρτύρεται ὁ Θεὸς διὰ τῶν θείων αὐτοῦ Γραφῶν, φυλάττειν πάσας τὰς ἐντολὰς αὐτοῦ. Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Τὴν διαίρεσιν ταύτην πεποίηκε καὶ ἐν τῷ πρώτῳ ψαλμῷ. Καὶ γὰρ ἐκεῖ μακαρίσας τὸν ἐν νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νυκτὸς, καὶ τὸν τῆς μελέτης ἐπιδείξας καρπὸν ἐπήγαγεν· Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως.