Οἶδας θησαυριστάς, οἶδας θησαυρὸν οἷον καὶ ὅσον καὶ ποῦ; οἶδας φύλακας καὶ χώραν ἄσυλον, ἀνεπίβατον κλέπταις, καὶ ἄδυτον ἥλιον; Δῴη ἡμῖν οὖν Κύριος ἐκεῖ θησαυρίζειν, ἐκεῖ τὴν καρδίαν ἔχειν ἀνεπιστρόφως, ἐκεῖ φαντάζεσθαι διὰ παντὸς ἡμέρας καὶ νυκτός, ἐκεῖ κουφισθῆναι τὸν νοῦν, ἐκεῖ ἀτενίσαι τὸ τῆς διανοίας ὄμμα τρανῶς, ἵνα σπεύσωμεν ἐκεῖ θησαυρίσαι καὶ τὰς καρδίας ἡμῶν ἐκεῖ καταπῆξαι. Γενήσεται δὲ τοῦτο, ἐὰν τὰς θείας τηρήσωμεν ἐντολὰς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· διότι «πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ», κατὰ τὸν θεῖον Δαβίδ, καὶ «μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ὅτι ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα» καὶ «ἐκκλίνατε ἀπ’ ἐμοῦ λογισμοὶ πονηροὶ καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου»· διότι «πᾶσαι αἱ ἐντολαί σου», Δέσποτα, «δικαιοσύνη» καὶ διὰ τοῦτο «συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου», ὅτι «σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι», καὶ «τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου». Καὶ μυρίας εὕροι τις ἂν μαρτυρίας Δαβιτικὰς εἰς τὰς θείας ταύτας καὶ ἁγίας ἐντολὰς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.