Τὸ γὰρ θέλημα τῇ σαρκὸς ἔχθρα εἰς Θεόν ἐστι, κατὰ τὸν θεῖον Παῦλον τὸν ἀπόστολον. Περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. Ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ, Ὑπώπτευσα, Ὑπεστάλην εἴρηκεν, οὕτω δὲ καὶ ὁ Θεοδοτίων· ὁ δὲ Σύμμαχος, Ὃν εὐλαβοῦμαι. Ὀνειδισμὸν δὲ ἐνταῦθα καλεῖ τὸν ὑπὸ τῆς ἁμαρτίας γενόμενον. Τοῦτον γὰρ καὶ ὑπεστέλλετο καὶ ἐδεδίει, καὶ ὕποπτον ἔζη ζωήν. Διὰ τοῦτο οὐκ ἐπήγαγε συνήθως, ὅτι τὰ κρίματά σου ἐξεζήτησα, ἢ ἐφύλαξα, ἀλλ᾽, Ὅτι τὰ κρίματά σου χρηστά. Κρίματα δὲ καλεῖ τὰς τοῦ Θεοῦ δικαίας ψήφους. Τὸ δὲ, Ὑπώπτευσα, τοῦτό ἐστι, συνέγνων ἐμαυτὸν ἁμαρτήσαντα· καὶ ὄνειδός μοι τοῦτό ἐστιν, ὅτι κατ᾽ εἰκόνα σου κτισθεὶς εἰς ἁμαρτίαν κατωλίσθησα. Περίελε οὖν ταύτην ἀπ᾽ ἐμοῦ, ὅτι οὐ μόνον τοῖς ἁμαρτάνουσιν ἐπάγεις τιμωρίαν, ἀλλὰ καὶ τοῖς μετανοοῦσι πλέον σωτηρίαν. Χρηστὰ γὰρ κρίματά σου, κατ᾽ ἐπίτασιν τοῦ ἀγαθοῦ ὄντα· πλεοναζούσης γὰρ τῆς ἀγαθότητος ἡ χρηστότης γίνεται, ὡς οἱ περὶ αὐτὰ σοφοὶ λέγουσιν. Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Ἐπιθυμία μοί ἐστι τελεία τὸ ἐν ταῖς ἐντολαῖς σου πορεύεσθαι· γλιχομένῳ δέ μοι παράσχου τὴν ἐν δικαιοσύνῃ ζωήν.