καὶ οὔτε τηρεῖν ἔστι τὴν ἐντολὴν τοῦ κυρίου, μὴ τῆς ἀγάπης τοῦ θεοῦ προηγουμένης («ἐὰν γὰρ ἀγαπᾶτέ με», φησί, «τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε»), οὔτε φωτισθῆναι τοὺς ὀφθαλμοὺς οὐδὲ τὴν καρδίαν, μὴ τῆς ἐντολῆς φωτιζούσης («ἐντολή, γάρ φησι, κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς»), ἀλλ᾽ οὐδὲ λόγον ἀληθείας προέσθαι, εἰ μή τις ἔχει Χριστὸν ἐν ἑαυτῷ λαλοῦντα, κατὰ τὸν λέγοντα «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ», μᾶλλον δὲ οὐ λαλοῦντος μόνον, ἀλλὰ καὶ ἐλεοῦντος. («ἔλθοι, γάρ φησι, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου ἐπ᾽ ἐμέ, καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον»·) ὅπερ οὐκ ἂν ὑπάρξειεν, εἰ μή τις «τὰ δικαιώματα ἐκζητήσει». τῶν γὰρ μὴ οὕτω διακειμένων 〈ἢ〉 ἐπὶ σχήματος ἡ ἐν τοῖς ὀνείδεσιν αἰσχύνη, ὡς μὴ δύνασθαι λέγειν «περίελε ἀπ᾽ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν»· περιαιρεῖται δὲ ἐκ τοῦ στόματος τῆς ἀληθείας ὁ λόγος· ὡς μηδὲν εἶναι πλέον τῷ εὐχομένῳ 〈ἢ τὸ〉 «μὴ περιέλῃς λόγον ἀληθείας ἐκ τοῦ στόματός μου». 30. Πότε δὲ τοῦτο γίνεται; ὅταν μὴ φυλάξῃ 〈τις〉 τὸν νόμον διὰ παντός· ὅταν μὴ πορευθῇ τις ἐν πλατυσμῷ. «πλατυνθῆναι 〈γὰρ〉 δεῖ τὴν καρδίαν», εἰ μέλλοι τις Χριστὸν «ἐμπεριπατοῦντα» χωρεῖν, οὗ τὴν δόξαν οὐκ ἄνθρωποι, ἀλλ᾽ οὐρανοὶ 〈διηγοῦνται〉 («οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεοῦ»), μᾶλλον δὲ αὐτὸς ὁ πατήρ, λέγων «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα».