Νικολάου τοῦ ἁγιωτάτου ἐπισκόπου Μεθώνης πρὸς τοὺς Λατίνους περὶ τοῦ ἁγίου Πνεύματος ὅτι ἐκ τοῦ Πατρὸς οὐ μὴν καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται ΒΑΣΙΛΕΥ οὐράνιε, παράκλητε, ἀγαθέ, προσκυνητέ, θεὲ τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ ἅγιον, τὸ ὑπερούσιον, τὸ ὑπέρφωτον, τὸ ὑπέρζωον, τὸ ὑπέρσοφον, τὸ προαιώνιον, τὸ ἀκατάληπτον, τὸ συνάναρχον, καὶ ὁμούσιον Πατρὶ καὶ Υἱῷ, καὶ ὁμοδύναμον, καὶ ὁμότιμον, τὸ θεουργόν, τὸ δημιουργόν, τὸ ζωοπάροχον, τὸ φωτοπάροχον, τὸ στηρικτικόν, τὸ φρουρητικόν, τὸ εὐθές, τὸ ἡγεμονικόν, τὸ ἁγιαστικόν, τὸ φωτιστικόν, τὸ καθαρτικόν, τὸ σοφιστικόν, τὸ τελειωτικόν, τὸ τοῖς Προφήταις ἐμπνεῦσαν, τὸ τοὺς Ἀποστόλους πληρῶσαν, καὶ δι’ αὐτῶν πᾶσαν τὴν κτῆσιν αὐγάσαν καὶ φωτίσαν, φῶς γνώσεως· αὐτὸ καὶ νῦν ἐφ’ ἡμῖν τοῖς δούλοις σου παρακλήθητι, καὶ τῇ ἀοράτῳ καὶ θείᾳ σου παρουσίᾳ, καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ, σαρκὸς καὶ πνεύματος, καὶ ὅλους ὅλως καθαγιάσαν, ἔλλαμψον ἡμῖν τὴν γνῶσιν τῆς σῆς ἀληθείας, καὶ τὸν ὑπὲρ σοῦ λόγον ἔμπνευσον, καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματος ἡμῶν λόγον ἀληθείας· ἀλλ’ αὐτὸ καὶ διάνοιξον ἡμῶν τὸ στόμα, καὶ πλήρωσον ἀγαθοπρεπῶς, καὶ παρόν, καὶ τὴν ἔφεσιν ἐμφοροῦν, καὶ τῇ δηλώσει τῶν θείων σου λόγων διὰ τῆς ἡμετέρας ἀναξιότητος, φωτίζον καὶ συνετίζον νηπίους, τοὺς ἀτελῆ καὶ ἀναξίαν τῆς σῆς θεοπρεπείας τὴν περὶ σοῦ δόξαν ἔχοντας.