καὶ ἦρα Ἐκτείνας τὰς χεῖρας εἰς εὐχὴν ἐπὶ τῷ φυλάξαι με τὰς ἐντολὰς κυρίου, ἃς ἠγάπησα. καὶ ἠδολέσχουν Ἐφρόντιζον, τουτέστιν ἐμερίμνων, ὥστε κατορθῶσαι δικαιοσύνην καὶ φυλάξαι τὸ θέλημα (τὰς ἐντολὰς) τοῦ θεοῦ. αὕτη γὰρ ἡ μεγάλη φροντίς. μνήσθητι Μνήσθητι τῶν λόγων σου, φησὶν ὁ ἄνθρωπος τῷ θεῷ, ὡς ἐπηγγείλω μοι βασιλείαν οὐρανῶν, ἐγὼ δὲ τῇ ἐλπίδι νευροῦμαι. αὕτη με Ἡ ἐλπὶς καὶ ἡ προσδοκία ἡ κατὰ θεόν, ἡνίκα ἐταπεινούμην τῇ ἀθυμίᾳ τῆς παραβάσεως· αὕτη γὰρ προθυμία καὶ παραμυθία ἦν ἐν ἐμοί, φησὶν ὁ ἄνθρωπος. ὅτι τὸ λόγιον Ζωὴ γὰρ ὑπάρχει ὁ λόγος τοῦ θεοῦ. ὑπερήφανοι Οἱ δαίμονες· παρηνόμουν γὰρ τὸν ἄνθρωπον, σφόδρα ἐπεμβαίνοντες αὐτῷ. ἀπὸ δὲ τοῦ νόμου Εἰ γὰρ ἐκεῖνοι ἠλαζονεύοντο, ἀλλ’ ἐγὼ τῷ νόμῳ τοῦ θεοῦ προσεῖχον, ὁ κατὰ θεὸν ἄνθρωπος λέγει. ἐμνήσθην Ἐμνήσθην <τὰ κρίματά σου>, φησίν, ὅτι ἀπὸ αἰῶνος ἔκρινας σῶσαι τὸν ἄνθρωπον, καὶ παρεκλήθην τῇ προσδοκίᾳ καὶ τῇ ἐλπίδι. ἀθυμία Ἠθύμει γὰρ ὁ ἄνθρωπος ἐπικρατούντων τῶν δαιμόνων· ἁμαρτωλοὶ γὰρ οὗτοι. ἀπὸ ἁμαρτωλῶν Αὐτοὶ γὰρ οἱ δαίμονες ἐγκατέλιπον τὸν νόμον τοῦ θεοῦ ἐξ ἀλαζονείας. ψαλτὰ ἦσαν Οἱ γὰρ πιστοί, ἕως εἰσὶν ἐπὶ τῆς γῆς, ὅ ἐστι παροικία (εἰσὶν ἐν τῇ παροικίᾳ τῆς γῆς), οὐ παύονται ψάλλοντες. ἐμνήσθην Καὶ νυκτὸς γὰρ καὶ ἡμέρας οἱ ἅγιοι φυλάσσουσι τὸν νόμον τοῦ θεοῦ, μνημονεύοντες διηνεκῶς τὸ ὄνομα τοῦ θεοῦ. αὕτη Αὕτη. τίς;