Καὶ καταστήσει σε Κύριος εἰς κεφαλὴν, καὶ μὴ εἰς οὐρὰν, καὶ δώσει τὸν ὑετὸν τῆς γῆς σου ἕως καιροῦ.» «Εἶπε Σαμουήλ· Εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι, ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; Ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν.» «Ἡ ὑπακοή σου ἐπλήθυνέ με εἰς πλατυσμόν.» «Ὁδοὺς αὐτοῦ ἐφύλαξα, καὶ οὐ μὴ ἐκκλίνω ἀπὸ τῶν ἐντολῶν αὐτοῦ, ἵνα μὴ ἀποθάνω.» «Ἐὰν ἀκούσωσι καὶ δουλεύσωσι, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς, καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.» «Ἡ ἐντολὴ τοῦ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς.» «Ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ.» «Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι.» «Ὁ νόμος σου ἀλήθεια.» «Πάντες οἱ λόγοι Κυρίου πεπυρωμένοι. Ὑπερασπίζει δὲ τῶν εὐλαβουμένων αὐτόν.» «Τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε.» «Πρόσταγμα Κυρίου πηγὴ ζωῆς.» «Οἱ ἀγαπῶντες τὸν νόμον, περιβαλοῦσιν ἑαυτοῖς τεῖχος.» «Τάδε λέγει Κύριος· Ἐὰν ἐν τοῖς ὁδοῖς μου πορεύῃ, καὶ ἐν τοῖς προστάγμασί μου φυλάσσῃ, σὺ διακρινεῖς τὸν οἶκόν μου.» «Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφηθείη ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.» «Κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος, ἢ περισσεύων φρονήσει, καὶ παραβαίνων νόμον.» «Οὐδὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς Κυρίου.» «Ὁ ζητῶν νόμον, ἐμπλησθήσεται αὐτοῦ.» «