ἡ ἐντολὴ τοῦ θεοῦ καὶ ἡ ἐλπίς. μερίς μου Ὁ γὰρ ὢν ἐν τῇ μερίδι τοῦ θεοῦ, οὗτος φύλαξ ἀληθὴς τοῦ νόμου τοῦ θεοῦ. ἐδεήθην Οἱ γὰρ δίκαιοι ἐν ὅλῃ καρδίᾳ δέονται τοῦ θεοῦ. ἐλέησον Καθὼς ἐπηγγείλω, φησίν [ἐλέησόν με]. ὅτι διελογισάμην Οὔτε γὰρ παύονται οἱ πιστοί ποτε, ἀεὶ δὲ ἐν τῇ ὁδῷ τοῦ θεοῦ πορεύονται. καὶ ἀπέστρεψα Πορευόμενος ἀεὶ ἐν ὁδῷ ἀμώμῳ. ἡτοιμάσθην Ἀεὶ γὰρ ἕτοιμός ἐστι ὁ πιστὸς πρὸς τὴν ἔξοδον, φυλάσσων τὴν ἐντολὴν τοῦ θεοῦ. ὅθεν ἐλθόντος τοῦ θανάτου οὐ θορυβεῖται. σχοινία Οἱ λόγοι οἱ πονηροὶ καὶ τὰ πράγματα τοῦ βίου, ἅτινα συμποδίζει τὸν ἄνθρωπον. καὶ τοῦ νόμου Οὐδὲν γὰρ τούτων συμποδίζει τὸν πιστὸν ἄνθρωπον [πρὸς φυλακὴν τοῦ νόμου]. μεσονύκτιον Οὐδένα γὰρ καιρὸν ὀφείλει ἀργεῖν ὁ ἄνθρωπος ὁ πιστὸς ἀπὸ εὐχῆς καὶ ἐξομολογήσεως. μέτοχος Φωνὴ τοῦ προφήτου αὕτη. καὶ φυλασσόντων Ἔγνωκε γὰρ τὰ ἐπιτελῆ μυστήρια καὶ ἔσπευδε μετασχεῖν τῆς χαρᾶς (χάριτος) ἐκείνης. τοῦ ἐλέους Βλέπεις, περὶ τῆς παρουσίας τοῦ Χριστοῦ ἦν τῷ προφήτῃ ὁ πόθος, ὅτι πληροῦσθαι ἤμελλεν ἡ γῆ τοῦ ἐλέους θεοῦ. τὰ δικαιώματα Ἀπολαύσω, φησὶν ὁ προφήτης, κἀγὼ ἐκείνων τῶν δικαιωμάτων, ὧν ποιήσεις τῷ ἀνθρώπῳ, ἐλθὼν ἐπὶ γῆς. χρηστότητα Μετὰ τοῦ ἀνθρώπου, φησίν, ἐλθὼν ἐπὶ γῆς. κύριε Καθὼς ἐλάλησας, φησί, τοῖς δούλοις σου, τοῖς προφήταις.