Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι ὅτι ὁ νόμος σου μελέτη μου ἐστί. Νεκρὸν ἑαυτὸν ἡγεῖται, τῆς θείας ἐστερημένος εὐμενείας· οὐ δὴ χάριν ὥσπερ ἀναβιῶναι διὰ τῆς θείας φιλανθρωπίας παρακαλεῖ. Αὐτοὺς οὖν τοὺς οἰκτιρμοὺς λέγει, οὓς δέδωκεν ἡμῖν ὁ Κύριος ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ, τὸν εὐαγγελικὸν λόγον, τὰ ἀποστολικὰ διδάγματα, ἵνα ἐν τούτοις ζῶντες ἔχωμεν αὐτὰ μελέτην διαπαντός. Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. Οὐκ ἐπαρᾶται τοῖς ἐχθροῖς, ἀλλὰ ὑπερεύχεται τούτων. Ἡ γὰρ αἰσχύνη τὴν σωτηρίαν πραγματεύεται. Ἧς τοίνυν ἀπέλαυσεν ἰατρείας, κἀκείνους τυχεῖν ἀξιοῖ. Ὑπερηφανεύθη οὖν ὁ διάβολος καὶ αἱ ὑπ᾽ αὐτὸν ἀντικείμεναι δυνάμεις κατὰ τοῦ ἀνθρωπίνου γένους διὰ τῆς παραβάσεως· ἀλλ᾽ οὖν ᾐσχύνθησαν ἐπὶ τῇ παρουσίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Αὐτοὶ γὰρ ἔλεγον· Ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ, Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Τὸ δὲ, Ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου, ὁ μὲν τῶν ἑρμηνευτῶν ἐξέδωκε, Διηγούμην ἐν ταῖς ἐντολαῖς σου· ὁ δὲ, Λαλήσω· ἕτερος δὲ, Ὁμιλήσω. Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.