Δύο ἴσμεν ἀσκῶν εἴδη, ἄπισσον καὶ πεπισσωμένον. Καὶ ὁ μὲν ἐν τῇ πάχνῃ γίνεται στεγανός, ὁ δὲ πλαδαρός. Καὶ ἄνθρωπος γενναῖος ἐν πειρασμοῖς, στεγανώτερος καταρτίζεται, ὥσπερ οἱ μάρτυρες· ὁ δὲ ἀσθενὴς καὶ ἀφερέπονος, πλαδαρὸς ὡς ἀσκὸς μαδαρός. «Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου;» Ἤθελον γνῶναι, ἵνα φροντίσω καὶ θρηνήσω τὰ τελευταῖα. «Πότε ἐκ τῶν καταδιωκόντων με» παθῶν καὶ δαιμόνων «ποιήσεις μοι κρίσιν; Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας», ἤτοι, φλυαρίας καὶ τοῦ σοῦ νόμου ξένας καὶ ἀλλοτρίας, ἢ ὅτι οὐκ ἔστι Θεός, οὐδὲ ἀμοιβαὶ τῶν πρακτέων, ἢ καὶ ἄλλας τοιαύτας ἀδολεσχίας τινὰς ἀλλοκότους τοῦ νόμου σου, Κύριε. Ἐγὼ δὲ τὰς παρανόμους τῶν παρανόμων ἀποτρέπων ἀδολεσχίας φημὶ διὰ Πνεύματος ἁγίου μυσταγωγούμενος· «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει», οὐ προφορικὸς λόγος καὶ διαχεόμενος, ἀλλὰ ζῶν καὶ ἐνυπόστατος, δι’ οὗ καὶ τοὺς αἰῶνας καὶ πᾶσαν κτίσιν ἐποίησας. Γνωρίζεται δὲ ἐν τῷ οὐρανῷ τό γε νῦν ἔχον, εἶτα γνωσθήσεται καὶ ἐπὶ τῆς γῆς, ὅτε καιρός, «εἰς γενεὰν καὶ γενεάν», ὡς Θεὸς ἀληθινὸς ἐκ Θεοῦ σοῦ τοῦ ἀληθινοῦ, δι’ οὗ καὶ «τὴν γῆν ἐθεμελίωσας καὶ διαμένει τῇ διατάξει σου». Ἡ δὲ λογικὴ φύσις μὴ πειθαρχοῦσα τῇ διατάξει σου πρὸς μυρίας παρανομίας περιπίπτει καὶ βάραθρα. «Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα».