ᾨδὴ τῶν ἀναβαθμῶν Ὥσπερ κλίμακά τινα ὑψηλήν, βαθμοὺς ζωῆς ἀλλεπαλλήλους ἔχουσαν, οὕτως τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου τὴν τῶν ψαλμῶν βίβλον συνέθηκεν· ὅθεν φησὶν ᾠδὴ τῶν ἀναβαθμῶν, τουτέστιν ᾆσμα τῶν ὑψηλῶν. πρὸς κύριον Ὁ πρωτόπλαστος ἐν πολλῇ θλίψει γενόμενος, βοήσας δὲ πρὸς θεὸν καὶ εἰσακουσθεὶς εὐχαριστεῖ τῷ θεῷ. κύριε Ἀπὸ τῶν δαιμόνων, ἀπὸ συκοφαντῶν ἀνθρώπων, ἀπὸ γοήτων καὶ λοιδόρων· νόει δὲ τὸν Χριστὸν λέγοντα ταῦτα. τί δοθείη Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. τὰ βέλη Βέλη τοῦ [πονηροῦ] διαβόλου αἱ γλῶσσαι τῶν πονηρῶν ἀνθρώπων (τοῦ πονηροῦ ἀνθρώπου), ἠκονημέναι τουτέστιν ὠξυμμέναι κατὰ τῶν πιστῶν. σὺν τοῖς ἄνθραξι Ὥσπερ γὰρ ἄνθρακες ἐπ’ ὀλίγον ἠρεμοῦντες καίουσιν, ἐπὰν γυμνωθῶσιν, οὕτως αἱ γλῶσσαι τῶν δολίων ἠρεμοῦσι τὸ (τῷ) δοκεῖν, ἀνάπτουσι δὲ δεινῶς. οἴμοι Ἀπολεγόμενος ὁ προφήτης τὴν συνοίκησιν τῶν φαύλων ἀνθρώπων καὶ τὸ ζῆν αὐτὸν ἀπεύχεται. κατεσκήνωσα Διὰ τί, φησί, κατοικῶ μετὰ τῶν ἐν σκότει; Κηδὰρ γὰρ σκότος ἑρμηνεύεται. πολλὰ παρῴκησεν Τουτέστιν ἀρκεῖ, οὐ δύναμαι γὰρ παροικεῖν. μετὰ τῶν μισούντων Ὁ Χριστὸς μετὰ τῶν Ἰουδαίων, ὡς πολεμίων, ὡς εἰρήνη παρῴκει, αὐτοὶ δὲ ἐμίσουν αὐτόν. ὅταν ἐλάλουν Ἐγὼ μὲν ἐλάλουν αὐτοῖς εἰρηνικά, φησὶν ὁ Χριστός [αὐτοὶ δὲ ἐμίσουν με δωρεάν]· αὐτοὶ δὲ μηδενὸς ὄντος αἰτίου ἐπολέμουν τῷ φθόνῳ καιόμενοι.