Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπιπολὺ ἐπλήσθημεν ἐξουδενώσεως. Ἐπιπλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Εἶδες συντετριμμένην διάνοιαν; Ἀπὸ ἐλέους σωθῆναι ἀξιοῦσι· καὶ οὐδὲ ἀπὸ ἐλέους, κατὰ τὴν ἀξίαν· ἀλλ᾽ ὅτι πολλὴν ἔδοσαν δίκην, καθάπερ καὶ ὁ Δανιήλ φησιν, ὅτι Ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη ἐπὶ τῆς γῆς· τοῦτο δὴ καὶ οὗτοι λέγοντες δι᾽ ὧν ἱκετεύουσι· Τὴν ἐσχάτην ὑπεμείναμεν τραγῳδίαν· πατρίδος ἐξεπέσομεν, ἐλευθερίας· βαρβάρων ἐγενόμεθα δοῦλοι, ὀνειδιζόμενοι διετελέσαμεν, λιμῷ καὶ ταλαιπωρίᾳ καὶ δίψῃ κατειργάσθημεν, διαπτυόμενοι, καταπατούμενοι πάντα τὸν χρόνον ἀνηλώσαμεν· διὰ δὴ ταῦτα ἄνες ἡμῖν καὶ ἐλέησον. Τί δέ ἐστιν, Ἐπιπλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν; Καὶ αὐτὴ, φησὶν, ἐξελύθη ἡμῶν ἡ ψυχὴ, ἐταριχεύθη τῷ μεγέθει τῶν κακῶν. Ἔστι γὰρ πολλοὺς πάσχειν μὲν δεινὰ, φέρειν δὲ γενναίως. Ἀλλ᾽ ἡμεῖς, φησὶ, καὶ τοῦτο ἀπωλέσαμεν, ἀλύομεν ταλαιπωρούμενοι, κοπτόμεθα.