Καὶ γὰρ ἦσαν ἄοπλοι καὶ γυμνοὶ, καὶ αἰχμάλωτοι καὶ δοῦλοι, καὶ ἄρτι τῶν κακῶν ἀπηλλαγμένοι, καὶ πόλιν ἀτείχιστον ἔχοντες, μᾶλλον δὲ οὐδὲ πόλιν, καὶ πᾶσι μετὰ τὴν ἐπάνοδον προέκειντο θήρα ἕτοιμος· ἀλλ᾽ ἀντὶ τείχους καὶ πύργου ὁ Θεὸς αὐτοῖς γέγονε. Τοῦτο καὶ ἡμεῖς νῦν λέγωμεν· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Τί γὰρ ἂν οὐκ ἐποίησεν ὁ ἐχθρὸς ἡμῶν διάβολος, εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν; Ἄκουσον τῷ Σίμωνι τί φησιν ὁ Χριστός· Σίμων, Σίμων, ποσάκις ᾐτήσατο ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον, καὶ ἐγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου; Πονηρὸν γὰρ τὸ θηρίον καὶ ἀκόρεστον, καὶ εἰ μὴ συνεχῶς ἐχαλινοῦτο, πάντα ἂν ἀνέτρεψε καὶ συνέχεεν. Εἰ γὰρ ἐπὶ τοῦ μακαρίου Ἰὼβ μικράν τινα λαβὼν ἐπιτροπὴν, πρόῤῥιζον αὐτοῦ τὴν οἰκίαν ἀνέσπασε, τὸ σῶμα αὐτοῦ διελωβήσατο, τοσαύτην τραγῳδίαν εἰργάσατο, τὴν οὐσίαν διέφθειρε, τοὺς παῖδας κατέχωσε, τὴν σάρκα σκώληκας ἐπιζέσαι ἐποίησε, τὴν γυναῖκα ἐπέστησε, τοὺς φίλους, τοὺς ἐχθροὺς, τοὺς οἰκέτας τοιαῦτα εἰπεῖν παρεσκεύασεν, εἰ μὴ μυρίοις κατείχετο χαλινοῖς, πῶς οὐκ ἂν ἅπαντας ἐλυμήνατο; Διὰ τοῦτο καὶ οὗτος λέγει· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν. Καὶ γὰρ σφόδρα ὀλίγοι ἦσαν, καὶ εὐτελεῖς, καὶ πολλοὶ αὐτοῖς ἐνεπέθεντο ἐπανελθοῦσι.