διαβήσονται δὲ καὶ πειρασμοὺς, οἷά τινας ποταμοὺς ἐπικλύζοντας, ὡς ἐπ᾽ αὐτῷ δὴ τούτῳ μεγάλα χαίροντας λέγειν “Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ”εἰπάτω δὴ Ἰσραὴλ, εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ “ἐπαναστῆναι ἀνθρώπους ἐφ᾽ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ”ἡμᾶς, ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ᾽ ἡμᾶς, ἄρα “τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ”ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπό- “στατον.” ὥσπερ δὲ, φησὶν, αἰχμάλωτος γεγονὼς ὁ Ἰσραὴλ, καὶ εἰς Ἀσσυρίους τε καὶ Μήδους ἀπενηνεγμένος, διέδρα τὰς ἐκείνων ὕβρεις ἤτοι πλεονεξίας· ἀνεκομίσθη γὰρ πάλιν εἰς τὴν Ἰουδαίαν, καὶ ὥσπερ τὰς τῶν Αἰγυπτίων ἀπεσείσατο πλεονεξίας, ἀεὶ προσκειμένων καὶ πολεμεῖν εἰωθότων αὐτοῖς· κατὰ τὸν ἴσον τρόπον φησὶν, οἱ λελυτρωμένοι διὰ Χριστοῦ κρείττους ἔσονται τῶν ἐχθρῶν, ὁρατῶν δηλονότι καὶ ἀοράτων, οἳ μονονουχὶ καὶ κατεβιάζοντο πρὸς ἀβούλητον δουλείαν αὐτοὺς, καὶ οἷον αἰχμαλώτους γεγονότας καὶ τοῖς ἐξ ἰδίας σκαιότητος συνεῖχον δεσμοῖς. ἀλλὰ καὶ τούτων ἔσονται κρείττους, ὕβρεις τε τὰς παρ᾽ ἐκείνων διαφεύξονται καὶ πλεονεξίας, Θεοῦ κατισχύοντος, ἐφ᾽ ᾧ καὶ καυχήσονται. μέγα γὰρ φρονοῦμεν ἐπὶ Χριστῷ, καὶ αὐτὸν ἰσχὺν πεποιήμεθα, καὶ ἐπ᾽ αὐτῷ τεθαῤῥήκαμεν καὶ τῆς ἑαυτῶν ζωῆς ὅλας ἔχομεν τὰς ἐλπίδας. “Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, ”ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς.”