ἔδει μὲν οὖν καὶ τὸν μακάριον τοῦτον μετὰ πάντων τῶν φοβουμένων τὸν Κύριον καὶ πορευομένων ἐν ταῖς ὁδοῖς αὐτοῦ, κατὰ τὸν ψαλμικὸν ἐκεῖνον χρηματισμόν, τῆς τε θείας εὐλογίας καταξιοῦσθαι, καὶ τὰ τῆς νοητῆς Ἱερουσαλὴμ ἀγαθὰ διὰ παντὸς ἐνοπτρίζεσθαι καὶ τῆς ἐλπιζομένης αὐτῶν ἀπολαύσεως ἐντεῦθεν ἤδη τὸν ἀρραβῶνα κομίζεσθαι· μὴ μόνον αὐτὸν ταῖς ἀρεταῖς εὐθηνοῦντα, μηδὲ μόνον υἱοὺς τοὺς πνευματικῶς αὐτῷ γεννωμένους, ἀλλὰ καὶ υἱοὺς τῶν υἱῶν ὁρῶντα, νεοφύτοις ἐλαιῶν ἐοικότας καὶ κύκλῳ τῆς κατ’ αὐτὸν τραπέζης περιεστῶτας καὶ τοῖς ἡδίστοις ὑπ’ αὐτοῦ δεξιομένους ἀφθόνως τῆς ἀσκήσεως ἐντρυφήμασιν, ἐπεὶ δὲ ταῦτα καὶ τοῖς ἔργοις συνέβαινε καὶ ὁ τόπος τῷ πλήθει τῶν μοναχῶν ἐστενοχωρεῖτο, περί που τοῖς ἑκατὸν ἀθροισθέντων, καὶ ὁ προρρηθεὶς καθηγούμενος, μοναχὸς Θεοδόσιος, τὸν βίον ἐξέλιπεν, ἐγκρατὴς ὁ μέγας τοῦ ὄρους γίνεται, καὶ ὁ κλῆρος τῆς κατοικίας εἰς τοὺς κληρονόμους λοιπὸν τοῦ ὄρους μετήνεκτο. τοὺς περὶ τὸν νέον φημὶ τοῦτον Ἀβραάμ, τὸν ἐκ προγονικῆς μεταναστεύσαντα γῆς καὶ εἰς τὴν δεικνυμένην ἀκολουθήσαντα κατόπιν τοῦ χρηματίζοντος· παρ’ οὗ καὶ κατ’ ἐπαγγελίαν τὴν τοῦ ὄρους κατάσχεσιν αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν δοθῆναι, ἀνενδοιάστως ἐγὼ ἀποφαίνομαι· δίκαιοι γάρ, φησι, κληρονομήσουσιν γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ’ αὐτῆς.