οὐ καταισχυνθήσεται Αἰσχυνθήσονται [τουτέστιν], ὅταν ἐπὶ θύραις τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν παραστῶσιν οἱ Ἰουδαῖοι, ἀκροώμενοι τὰ τῆς πίστεως. ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν. μακάριοι Τί γὰρ τούτου μακαριώτερον; δῆλον δὲ ὅτι μακαρίζει τοὺς ἁγίους πάντας. οἱ πορευόμενοι Ὅσοι, φησί, κατώρθωσαν τὰς ἀρετὰς καὶ ἐπορεύθησαν ταῖς ἐντολαῖς κυρίου. τοὺς καρπούς Ὅσοι γὰρ ἐνταῦθα κοπιῶσιν, εὑρίσκουσιν (ἀπολαμβάνουσιν) ἐν τῷ μέλλοντι αἰῶνι [τὰς ἀνταμείψεις.] μακάριος εἶ Περὶ τῶν οὕτως ἀγωνιζομένων λέγει τὸ πνεῦμα τὸ ἅγιον. ἡ γυνή Λέγει τὴν ψυχὴν τοῦ ἀγαθοῦ ἀνθρώπου, ἐν τῷ οἴκῳ τοῦ σώματος θαλπομένην καὶ ἀναπαυομένην ὡς ἄμπελος. οἱ υἱοί σου Οἱ λογισμοὶ οἱ ἀγαθοί, ὡς υἱοὶ κυκλοῦντες τὴν καρδίαν <τοῦ ἀνθρώπου>, καθάπερ τράπεζαν. ἰδού Ὁρᾷς, πῶς δείκνυσι τὸν μισθὸν τῶν φοβουμένων τὸν κύριον, ὅπως εὐλογοῦνται καὶ δοξάζονται. εὐλογήσαι σε Τῇ εὐλογίᾳ τῇ ἐν Σιὼν φανείσῃ· ἐκείνῃ εὐλογήθησαν οἱ πιστοὶ καὶ τῶν μυστικῶν ἀπολαύουσιν ἀγαθῶν [πᾶσαν ἡμέραν (καθ’ ἡμέραν)]. καὶ ἴδοις Ἀρεταὶ γὰρ ἀρετὰς γεννῶσιν. εἰρήνη Ὁ Χριστὸς εἰρήνη ἡμῶν ἐπὶ τὸν λαὸν τὸν πιστόν. ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν. πλεονάκις Ὁ Χριστὸς φησὶ περὶ Ἰουδαίων [ὁ λόγος], ὅτι [ἀεὶ] ἀντέκειντο τῷ Χριστῷ· οὐ γὰρ ἤθελον αὐτὸν ζῆν, ἀφ’ οὗ ἐγεννήθη ἐν σαρκί.
διὸ τὸ πλεονάκις [γέγραπται].