ΨΑΛΜΟΣ ΡΚΘʹ. Περὶ τοῦ λαοῦ οὐκ ἔστιν εἰπεῖν τοῦ Χριστοῦ τὸ, Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀφέστηκεν ἀπ᾽ ἐμοῦ. Οὐ γὰρ ὡς ὁ πρῶτος λαὸς, ἀλλ᾽ ἐκ βαθέων ἐκέκραξεν, ἅτε δὴ μετέχων τοῦ Πνεύματος, ὃ, κατὰ Παῦλον, πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· ἐν ἐπαίνῳ δὲ τὸ βαθὺ κἀν τῇ συνηθείᾳ· ὁποῖον καὶ τὸ, Ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ. Καὶ πρὸς Ἰεζεκιὴλ δέ φησιν· Οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσσον ἐγὼ ἐξαποστελῶ σε. Ἀλλ᾽ ὁ βαθὺς τῇ διανοίᾳ λαὸς, ὁ καὶ τὴν ᾠδὴν τὴν πρὸ ταύτης εἰπὼν, ἐκ τῶν στέρνων αὐτῶν στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνων βοᾷ πρὸς τὸν Θεὸν, ἀλλ᾽ οὐ χείλεσιν· ὥσπερ οὐδὲ Μωϋσῆς, πρὸς ὃν ἐῤῥέθη, καίτοι σιγῶντα, τὸ, Τί βοᾷς πρὸς μέ; Ἡ δὲ νῦν εὐχὴ τοῦ αἰτοῦντος ἃ δεῖ, καὶ τοῖς αἰτουμένοις ἑαυτὸν ἑτοίμως παρέχοντος· μαρτυρῶν δὲ μάλιστα καὶ διὰ τῆς προλαβούσης εἶπεν ᾠδῆς· Πλεονάκις ἐπολέμησάν με, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι· οἳ καὶ λέξουσιν· Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὦτα δὲ προσέχοντα λέλεκται, ὡς τῆς μιᾶς τοῦ Θεοῦ δυνάμεως οὔσης ἀκουστικῆς καὶ ὁρατικῆς· κραυγὴν δὲ οὐ τόνον λέγει φωνῆς, ἀλλὰ γνώμης διάθεσιν.