Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.» Γεγέννηται γὰρ ἐν Βηθλεὲμ ὁ Ἐμμανουὴλ, ἥτις ἐστὶν Ἐφραθά. Ἐπαγγέλλεται τοίνυν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐξ Ἰσραὴλ ἐπιστρέφουσι πρὸς αὐτὸν ἄρτον διδόναι θλίψεως, καὶ ὕδωρ στενὸν, τοῦτ᾽ ἔστι, ζωὴν τὴν ἐν Χριστῷ χαριεῖσθαι καὶ γνῶσιν τὴν περὶ αὐτοῦ, ἣν ἅν τις συλλέξαιτο, καὶ τοῖς τῆς ἑαυτοῦ διανοίας ἐναποκλείσειε θησαυροῖς, οὐκ ἀναπίπτων εἰς τρυφὰς, οὐκ ἐξίτηλον ἔχων τοῦ βίου τὴν ἀγωγὴν, οὔτε μὴν τὴν πλατεῖαν καὶ εὐρύχωρον βαδίζων ὁδὸν, εἰσερχόμενος δὲ μᾶλλον διὰ τῆς στενῆς πύλης τῆς ἀποφερούσης εἰς ζωήν. Τοῦτον οὖν ἄρα, φησὶν, εἰ λάβοις τὸν ἄρτον, τότε γενήσῃ καὶ ἀσφαλὴς, οὐκ εὔκολος εἰς παραφορὰν, οὐδὲ τοῖς τῶν πλανώντων λόγοις ἑτοίμως συναρπαζόμενος. Ὄψει γὰρ αὐτοὺς, καὶ ἀκούσῃ τῶν λόγων αὐτῶν. Πάλαι μὲν γὰρ ἀπό γε τοῦ δύνασθαι μὴ διακρίνειν τὰ παρ᾽ αὐτῶν, ὁ ἐν ἴσῳ τεθεὶς τοῖς μηδὲ ὁρῶσιν ὅλως, μήτε μὴν ἀκούουσι τῶν λόγων τῶν εἰωθότων πλανᾷν· λαβὼν δὲ τὸν ἄρτον ὄψει δὴ πάντως αὐτοὺς, καὶ τίνες ἄρα τὴν ἕξιν εὖ μάλα συνήσεις· οἷα διαφέροντες ἁπλῶς, καὶ λέγοντες· Αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ, εἴτε ἀριστερά· οὐ γὰρ ἦν διάκρισις τοῦ πεφυκότος ἀδικεῖν.