Τί δήποτε; Ὅτι τὰ μὲν, εἰ καὶ μεγάλα ἦν, ἀλλ᾽ ἄδηλα ἦν τοῖς πολλοῖς· ταῦτα δὲ, εἰ καὶ ἐλάττονα, ὅμως φαινόμενα, καὶ πάντας ἔχοντα θεωρούς. Ἐπεὶ οὖν πρὸς ἀνθρώπους ἦν ὁ λόγος αὐτῷ, οὐ τοσοῦτον πίστει παιδευομένους τῶν ἀφανῶν ἔχειν ἔννοιαν, ὅσον ἀπὸ τῶν φαινομένων χειραγωγουμένους. ἐντεῦθεν ὑφαίνει τὸν λόγον, καὶ τῆς διδασκαλίας ἄρχεται, ὃ τοῖς ἄλλοις παρῄνεσε ποιεῖν, τοῦτο καὶ αὐτὸς ποιῶν. Ποῖον δὴ τοῦτο; Τὸ αἰνεῖν τὸν Θεὸν ἀπὸ τῶν ἔργων αὐτοῦ, καὶ εὐφημίας ἀναφέρειν αὐτῷ, ἕκαστον τῶν γενομένων καταμανθάνοντα, καὶ ὑπὲρ ἑκάστου δοξολογοῦντα. Ἐπειδὴ γὰρ περὶ τοῦ τὸν Θεὸν αἰνεῖν παραινῶν, συνεχῶς εἶπεν, Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, τὸν Κύριον· δείκνυσι καὶ πῶς δεῖ αἰνεῖν, ἐπιόντα τὸ σῶμα τῆς κτίσεως, καὶ θαυμάζοντα, καὶ ἐκπληττόμενον τὴν σοφίαν, τὴν πρόνοιαν, τὴν δύναμιν, τὴν κηδεμονίαν. Ἐντεῦθεν μανθάνομεν, ὅτι οὐ μία τίς ἐστι θάλασσα αὕτη ἡ καθ᾽ ἡμᾶς, ἀλλὰ πολλαὶ καὶ διάφοροι, καὶ πελάγη ἄπειρα. Ἔφη γὰρ, Ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Ἥ τε γὰρ Κασπία, ἥ τε Ἰνδικὴ, ἥ τε Ἐρυθρὰ διῃρημέναι σχεδὸν ταύτης εἰσὶ, καὶ ἔξωθεν περικείμενος ὁ Ὠκεανός. Ἀνάγων νεφέλας ἐξ ἐσχάτων τῆς γῆς. Ἄλλος, Ἀναβιβάζων.