Ἐκλικμίζουσι γὰρ καρποὺς ἐξ ἀχύρων ἁλώνων, κινοῦσι φυτὰ καὶ ὕδατα καὶ πλοῖα καὶ ἑτέρας μυρίας ἔχουσιν ἐνεργείας, ἃς λέγειν κατὰ μέρος οὐ βούλομαι. Τοῦτο δὲ λέγω συντόμως, ὅτι καὶ ἀνέμους καὶ πᾶν κτίσμα σοφῶς καὶ χρησίμως ἔδρασε Θεός, «ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου, ἀπὸ ἀνθρώπου ἕως κτήνους», ἵνα γνώσηται ὅτι οὐ θεοὶ τὰ εἴδωλα αὐτῆς, ἀλλ’ εἰς Θεὸν ὃν σέβεται λαὸς Ἰακὼβ καὶ μὴ κατέχουσιν εἰς δουλείαν τοὺς αὐτῶν ὑπερτέρους. Καὶ ἐπειδὴ διὰ σημείων καὶ τεράτων οὐ συνῆκαν ἀπολῦσαι τὸν λαόν, ἐν δέκα πληγαῖς δεινοτάταις ἐπάταξεν αὐτούς, σὺν τῷ Φαραὼ καὶ τοῖς μεγιστᾶσιν αὐτοῦ. Τότε καὶ μὴ βουλόμενος ἀπέλυσε τὸν λαὸν τοῦ Θεοῦ. «Ὃς ἐπάταξεν ἔθνη πολλά», ἤτοι, Ἀμορραίους, Χαναναίους, Χετταίους, Φερεζαίους, Εὐαίους, Γεργεσαίους, καὶ Ἰεβουσαίους «καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς», ἤτοι, ἐννέα καὶ τριάκοντα βασιλεῖς ὧν πρῶτον ἀπέκτεινεν «τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων», πόλεως Ἐσεβών, ὃς καὶ διεκώλυε τὴν πάροδον τοῦ λαοῦ πρὸς τὴν γῆν τῆς ἐπαγγελίας· ἐν τῇ ἐρήμῳ γὰρ ᾤκει. Πρὸς ὃν καὶ ἀπέστειλε Μωϋσῆς μανδάτορας λέγων· «Τάδε σοι δηλοῖ ὁ ἀδελφὸς Ἰσραήλ. Παρελεύσομαι διὰ τῆς ὁδοῦ, μὴ ἐκκλίνων δεξιὰ ἢ ἀριστερά, εἰς ἀμπελῶνα ἢ ἀγρόν σου· ἀλλὰ καὶ τὸ ὕδωρ τῆς γῆς σου ἀργυρίῳ πίομαι». Ὁ δέ· «Οὐ παρελεύσει φημὶ διὰ τῆς γῆς μου».