Διὸ εἰπὼν, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐπήγαγε· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης. Ἄλλος, Καταμείνω. Καὶ γὰρ ἐκεῖ (ἄλλος, Ἔτι ἐκεῖ) ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Πνεῦμα καὶ πρόσωπον αὐτὸν τὸν Θεόν φησι. Τουτέστι, Ποῦ πορευθῶ ἀπὸ σοῦ; Πάντα πληροῖς, πᾶσι πάρει, οὐ κατὰ μέρος, ἀλλ᾽ ὁμοῦ πᾶσιν ὅλος. Καὶ εἰπὼν τὰ ἄνω, τὰ κάτω, πλάτος, μῆκος, βάθος, ὕψος, πανταχοῦ αὐτὸν παρεῖναι δηλοῖ. Καὶ οὐκ εἶπεν, Ὅπου ἂν ἀπέλθω, ἀκολουθήσεις μοι, καὶ καθέξεις με· ἀλλ᾽, Ὅπου ἂν ἀπέλθω, ἐκεῖ εἶ· τουτέστιν, Ἐκεῖ σε εὑρίσκω προλαμβάνοντά με. Διὰ τοῦτο λέγει, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ. Καὶ εἰ μὴ οἶδας αὐτὴν ἀκριβῶς, φησὶ, πῶς οἶδας ὅτι θαυμαστή; Ὅτι ὑπερβάλλει ἐμοῦ τὸν λογισμὸν, ὅτι νικᾷ μου τὴν διάνοιαν. Ἐπεὶ καὶ τὴν ἡλιακὴν ἀκτῖνα οὐ δυνάμεθα σαφῶς καταμαθεῖν, καὶ ὅμως δι᾽ αὐτὸ τοῦτο μάλιστα θαυμάζομεν· οὕτω δὴ καὶ ἐπὶ τῆς τοῦ Θεοῦ γνώσεως· οὔτε καθόλου αὐτὴν ἀγνοοῦμεν· οἴδαμεν γὰρ ὅτι ἔστι, καὶ ὅτι φιλάνθρωπος, καὶ ὅτι ἀγαθὸς, καὶ ὅτι χρηστὸς, καὶ ἐπιεικὴς, καὶ ὅτι πανταχοῦ· τὸ δὲ τί τὴν οὐσίαν ἐστὶν, ἢ πόσον τὰ εἰρημένα, ἢ πῶς πανταχοῦ, τοῦτο ἀγνοοῦμεν.