Ἀγωνισώμεθα τοίνυν λοιπὸν ὡς στρατιῶται Χριστοῦ, καὶ τὸν καιρὸν μὴ ἄλλο τι ἡγησώμεθα, ἢ καιρὸν συμβολῆς ἐχθρῶν, τόξων καὶ βελῶν ἐπαναστάσεις, ὅτι “πολλοὶ οἱ πολεμοῦντες ἡμᾶς ἀπὸ ὕψους”, καθὼς γέγραπται, ὅλην τὴν ἡμέραν παρατάσσοντες πολέμους, παγίδα ἱστῶντες, ἐνεδρεύοντες, ὀρύσσοντες βόθρον, μυρία μηχανώμενοι, ἀπλήρωτα διατιθέμενοι καὶ ὑποκρινόμενοι. τίς οὖν αὐτοὺς φύγῃ; τίς διαδράσει; τίς οὐ προσκόψει τὸν πόδα; τίς οὐ περισχεθήσεται τοῖς σχοινίοις αὐτῶν, ταῖς παγίσι, ταῖς ἐπιβουλαῖς, τοῖς ὀλέθροις; τίς ἄλλος ἤ, καθὼς τῷ μεγάλῳ Ἀντωνίῳ ἀπεκαλύφθη, ἡ ταπεινοφροσύνη, ἡ σύζυγος ὑπακοή, ἡ ἄοκνος προσευχή, ἡ τοῦ ἔργου προθυμία, ἡ ἀναντίλογος εὐπείθεια, ἡ ἀγόγγυστος εὐκινησία, ἡ ἔπειξις τοῦ ἀνυστάκτου λογισμοῦ, πρὸς ἀποτροπὴν τῶν αἰσχρῶν ἐννοιῶν, πρὸς εἰσδοχὴν τῶν ἀγαθῶν θεωρημάτων, ἡ κατεγρήγορσις ὕπνου, εὐχῆς, ψαλμῳδίας, ἀγρυπνίας, γονυκλισίας· ἐργασία καὶ σπουδὴ ἡ πρὸς τούτων καὶ μετὰ τούτων ἐξαγόρευσις τῶν κρυπτῶν, φυγὴ παῤῥησίας, συμμετρία λόγου· τούτοις γὰρ καὶ τοῖς τοιούτοις ἠσφάλισται ὁ ἔνδον ἡμῶν ἄνθρωπος, ἀποτρέπεται ὁ δι’ ἐναντίας μηδὲν ἰσχύων καθ’ ἡμῶν. τοιγαροῦν, τέκνα καὶ ἀδελφοί, πρόσσχωμεν, μὴ διαβιβάσωμεν τὰς ἡμέρας ἡμῶν ἀκερδῶς.