Ψαλμὸς ρμβʹ
Ψαλμὸς τῷ Δαβίδ, ὁπότε κατεδίωκεν αὐτὸν Ἀβεσαλὼμ ὁ υἱὸς αὐτοῦ. «Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου», ἤτοι, μὴ θελήσῃς κρῖναί με κατὰ τὰ ἔργα μου. Προσήκει γὰρ ταῦτα τῷ Δαβίδ, οὐχ ἁπλῶς, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ ὑπὸ ἐχθροῦ διωκομένῳ καὶ δεομένῳ Θεοῦ. «Ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν». Οὐ δικαιοῦται, φησί, οὐδὲ σώζεταί τις τῶν ζώντων ἐξ οἰκείων ἔργων, ἀλλὰ χάριτι διὰ τὸ ἔλεός σου. «Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου», τὴν μὲν Δαβὶδ ὁ πατραλοίας Ἀβεσαλώμ, παντὶ δὲ ἀνθρώπῳ ὁ ἐχθρὸς καὶ ἀποστάτης Θεοῦ. «Ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου». Καὶ ταῦτα ἱστορικῶς τε καὶ ἀναγωγικῶς ὡς περὶ τῶν ἀνωτέρω ῥηθέντων ἀνθρώπων τε καὶ ἐχθρῶν. «Ἐμνήσθην ἡμερῶν ἀρχαίων», ἀμάχων καὶ εἰρηναίων, «ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις» τῶν σοφῶν σου κτισμάτων, καὶ εὔελπις γενόμενος, «διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου» ἀντιλήψεως δεόμενος. «Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι», διψῶσα τὴν παρὰ σοῦ ἄμαχον βοήθειαν.