Διὸ περὶ Ἰουδαίων ἔλεγεν, ἐρωτώμενος διὰ τί ἐν παραβολαῖς λαλεῖ αὐτοῖς· Ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσι. Τὸ δὲ, Ἦρα, Μετέστησα, ἢ μετέθηκα πρὸς σὲ [τὴν] ψυχήν μού ἐστιν. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Ὅρα πανταχοῦ τὰς αἰτίας καὶ παρὰ τοῦ δεομένου προσφερομένας. Μὴ ἀποστρέψῃς, φησὶ, τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, ὅτι ἤλπισα ἐπὶ σέ. Γνώρισόν μοι ὁδὸν, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Οὐκ εἶπε, Δίδαξόν με τὸ θέλημά σου, ἁπλῶς, ἀλλὰ, Τοῦ ποιεῖν τὸ θέλημά σου· τουτέστιν, Εἰς τὰ ἔργα αὐτὰ ἐμβίβασον. Τῆς γὰρ ἄνωθεν ῥοπῆς χρεία, καὶ ἐκεῖθεν τῆς διδασκαλίας, ὥστε βαδίζειν τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν· οὐχ ἡμῶν ἀργούντων, ἀλλὰ καὶ ἡμῶν τὰ παρ᾽ ἑαυτῶν εἰσφερόντων. Ὅτι σὺ εἶ ὁ Θεός μου. Ὁρᾷς τὰς αἰτήσεις αὐτοῦ πνευματικάς; Οὐ γὰρ περὶ χρημάτων καὶ δυναστείας, καὶ δόξης, ἀλλ᾽ ὑπὲρ τοῦ τὸ θέλημα τοῦ Θεοῦ ποιεῖν, προσάγει τὴν αἴτησιν· ὅπερ ἐστὶ θησαυρὸς τῶν ἀγαθῶν ἁπάντων, καὶ πλοῦτος ἀνελλιπὴς, καὶ εὐημερίας ἀρχὴ, καὶ ῥίζα, καὶ μέσα, καὶ τέλος.