τῷ λυτρουμένῳ Ἐρρύσατο γὰρ αὐτὸν ὁ θεὸς ἀπὸ (ἐκ τῆς) ῥομφαίας τοῦ Γολιάθ· πονηρὰ γὰρ ὡς δυνατοῦ. ῥῦσαί με Περὶ τοῦ Χριστοῦ λέγει, ὅτι οἱ Ἰουδαῖοι, ὡς ἀπαλλοτριωθέντες ἀπὸ τοῦ θεοῦ, ἠγονίζοντο κατὰ τοῦ κυρίου (Χριστοῦ) διαφθονούμενοι. ὧν τὸ στόμα Ὅταν κατὰ τοῦ Χριστοῦ οἱ Ἰουδαῖοι ἐμελέτων τὸν θάνατον. καὶ ἡ δεξιά Αὐτῶν. τίνων; τῶν τὰ ἀργύρια δωσάντων, [ὡσαύτως] καὶ τῶν λαβόντων αὐτὰ καὶ συκοφαντησάντων τὴν ἀνάστασιν τοῦ Χριστοῦ ἀδίκως. ὧν οἱ υἱοί Λέγει τοὺς παῖδας τῶν Ἰουδαίων, οἵτινες ἐν τῷ νεωτερισμῷ αὐτῶν, τουτέστιν ἐν τῇ ἀνομίᾳ αὐτῶν φλεγμαίνονται (φλεγμαινόντων) αὐτῶν τῷ θυμῷ. λέγει δὲ καὶ τὴν εὐθηνίαν αὐτῶν. αἱ θυγατέρες Λέγει μὲν τὰς συναγωγὰς τῶν Ἰουδαίων, αἰνίττεται δὲ καὶ τὰ τέκνα αὐτῶν. ἐκοσμοῦντο γὰρ πρὸς ἀπάτην αὐτῶν. ἔχαιρον γὰρ ἀεὶ τῇ πορνείᾳ, ἦσαν δὲ ὡς ναὸς ἔρημος, (κεχασμημένος) μὴ ἔχων τὸν κατοικοῦντα. τὰ ταμεῖα Αἰνίττεται τὸν πλοῦτον τῶν ἀπαρχῶν, ἐν ᾧ ἐτρύφων ἀχαρίστως (ἀχαριστεύοντες) καθ’ ἑκάστην. οὐ γὰρ ἐνόησαν, τίς ὁ παρέχων. τὰ πρόβατα Ἦσαν γὰρ ἐν εὐθηνίᾳ πολλῇ, ὡς θεοῦ λαός, ἀλλ’ οὐ συνῆκαν. πρόβατα δὲ καλεῖ αὐτούς, διότι παρασυνεβλήθησαν τοῖς κτήνεσιν.
οἱ βόες Οὔτε γὰρ ἠπόρει ἐν αὐτοῖς κτῆνος, ὡς βόες δὲ πίονες, τουτέστιν κεχορτασμένοι, ἀτάκτως σκιρτήσαντες, τὸν ζυγὸν τοῦ Χριστοῦ ἀπέρριψαν ἀφ’ ἑαυτῶν.