Τοῦτο γοῦν αὐτὸ δηλῶν καὶ ὁ προφήτης, Μέγας Κύριος, φησὶ, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ἐπειδὴ γὰρ εἶπεν, Εὐλογήσω καὶ αἰνέσω, δείκνυσιν ὅτι οὐ χρείαν ἔχει τῶν παρ᾽ ἡμῶν αἴνων, οὐδὲ τῶν εὐλογιῶν, οὐδὲ προστίθεται αὐτοῦ τι τῇ δόξῃ παρὰ τῆς τῶν διακονουμένων εὐφημίας. Ἀκήρατος γὰρ αὐτοῦ ἡ οὐσία καὶ ἀνενδεὴς οὖσα, οὐδενὸς ἑτέρου προσδεῖται. Οἱ δὲ αἰνοῦντες αὐτὸν, αὐτοὶ λαμπρότεροι γίνονται. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ ὑπερέχον αὐτοῦ τῆς δόξης ὀφείλεται αὐτῷ εὐφημία παρ᾽ ἡμῶν. Διὸ καὶ τοῦτο δηλῶν εἶπε, Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα τουτέστιν, οὐδενὸς δεόμενος. Τί ἐστιν, Αἰνετός; Εὐφημιῶν ἄξιος, ἐγκωμίων καὶ ὕμνων· οὐχ ἁπλῶς, Αἰνετὸς, ἀλλὰ καὶ, Σφόδρα· διὸ καὶ τοῦτο προσέθηκε· πόσον δὲ αἰνετὸς οὐ δυνάμενος παραστῆσαι τῷ λόγῳ, ἐπήγαγε· Καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας· ὅπερ ἕτερος ἑρμηνευτὴς, Ἐξεύρεσις, εἶπεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπεὶ μέγαν ἔχεις Δεσπότην, γενοῦ καὶ σὺ ὑψηλὸς, καὶ τῶν βιωτικῶν ἀπαλλάγηθι πραγμάτων. Λάβε φρόνημα ἀνώτερον τῆς ταπεινότητος τῶν παρόντων, οὐχ ἵνα ἀπονενοημένος γένῃ καὶ ἀλαζὼν, ἀλλ᾽ ἵνα μεγαλόφρων καὶ μεγαλόνους. Ἕτερον γὰρ ἀλαζονεία, καὶ ἕτερον μεγαλοψυχία. Ἀλαζὼν μὲν γάρ ἐστιν ὁ ἐπὶ τοῖς μικροῖς κομπάζων, καὶ τῶν ὁμοδούλων ὑπερορῶν· ὑψηλὸς δὲ ὁ ταπεινὸς τὴν διάνοιαν.