Ψαλμὸς ρμεʹ
Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου. «Αἴνει ἡ ψυχή μου τὸν Κύριον, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω». Ὀφείλω, φησίν, ἕως οὗ ζῆν τὸν Κύριον εὐλογεῖν. «Μὴ πεποίθατε», μὴ ἐλπίζετε πρὸς ἀρχικοὺς ἀνθρώπους· οὐ δύνανται γὰρ οὔτε ἑαυτοὺς σῶσαι ἐκ πειρασμῶν καὶ κινδύνων, οὔτε τοὺς πρὸς αὐτοὺς πεποιθότας. Κἀκεῖνος γὰρ ὁ ἄρχων ὡς εἷς τῶν εὐτελῶν ἀποθανεῖται. «Ἐξελεύσεται», φησί, «τὸ πνεῦμα αὐτοῦ», ἤτοι ἡ ψυχὴ αὐτοῦ, καὶ αὐτὸς «ἐπιστρέψει εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη». «Ἐκείνῃ τῇ ἡμέρᾳ» τῆς αὐτοῦ τελευτῆς «ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ» τῶν βιοτικῶν φροντίδων. Καὶ λοιπόν· «Μακάριος ὁ ἐλπικὼς ἐπὶ τὸν Θεόν·», ἐφ’ ὃν ἤλπισεν «Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς» καὶ καθαρὰ πίστις «πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς». Πρὸς τοῦτον, φησίν, ἄνθρωπε, τὸν δημιουργὸν τῶν ὅλων ἔχε σου τὴν ἐλπίδα «τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα» καὶ οὐδαμοῦ ψευδόμενον ταῖς ὑποσχέσεσιν αὐτοῦ. «Ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις», ἤτοι ἐκδίκησιν ἀπὸ τῶν ἀδικούντων, «διδόντα τροφὴν τοῖς πεινῶσιν», εἴτε σωματικὴν εἴτε πνευματικήν. «Κύριος λύει πεπεδημένους», αἰσθητῶς μὲν δεσμωτηρίων πιστούς, νοητῶς δὲ σειρὰς ἁμαρτιῶν τοῖς μετανοοῦσι καλῶς. «Κύριος σοφοῖ τυφλούς».