ΤΙΤΛ. ΙΓʹ. —Περὶ πραότητος καὶ εὐσεβείας. »Ὁδηγήσει πραεῖς ἐν κρίσει· διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.» «Οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.» «Ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς.» «Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾽ ἐμοῦ.» «Ἀναλαμβάνων πραεῖς ὁ Κύριος.» «Ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.» «Πραΰθυμος ἀνὴρ, καρδίας ἰατρός.» «Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως, ἣ ὃς διαιρεῖ τὰ σκῦλα μετὰ ὕβρεως.» «Μακάριος ἀνὴρ, ὃς καταπτήσσει πάντα δι᾽ εὐλάβειαν. Ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.» «Τέκνον, ἐν πραότητι τὰ ἔργα σου διεξάγαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ.» «Τέκνον, ἐν πραότητι δόξασον τῆς ψυχήν σου.» «Ῥίζας ἐθνῶν καθεῖλεν ὁ Κύριος, καὶ ἐφύτευσε πραεῖς ἀντ᾽ αὐτῶν.» «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» «Μηδείς σου περιφρονείτω· ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν πρὸς πᾶν ἔργον ἀγαθὸν, ἑτοίμους εἶναι μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐπιδεικνυμένους πραότητα πρὸς πάντας ἀνθρώπους.» Χρῄζω πραότητος, ἐν ᾧ καταλύεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου διάβολος.