Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδ’ οὐ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου». Ὅρα τῶν ὀκτὼ στίχων τούτων τὰς μεταπτώσεις, ὅτι οὐ λέγονται καθ’ εἱρμόν, ἀλλ’ ἐξ ἑτέρου πρὸς ἕτερον νοῦν μεταπίπτουσιν. Οἶμαι γὰρ ὅτι διὰ τοῦτο καὶ ἡ ὑπογραφὴ τοῦ ψαλμοῦ στηλογραφία λέγεται· οἱ γὰρ πρῶτοι τρεῖς στίχοι προσήκουσι παντὶ ἀνθρώπῳ ἱκετεύοντι Θεόν· οἱ δὲ ἕτεροι δύο Κυρίῳ πρὸς τοὺς ἁγίους αὐτοῦ, οἱ δὲ ἕτεροι τρεῖς, πρὸς Ἰουδαίους καί τινας αἱμοχαρεῖς καὶ τυράννους. «Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου» ἐμοί, ὁ εἰπών· «Καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου». «Σχοινία ἐπέπεσέ με ἐν τοῖς κρατίστοις μου· καὶ γὰρ ἀεὶ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν». Ἥν, φησίν, ἔλαβον «κληρονομίαν ἐθνῶν», ὥσπερ σχοινομετρίῳ, «κρατίστη μοί ἐστιν», ἤτοι, στεγανὴ καὶ ἰσχυρά μοί ἐστιν. «Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με». Ἁρμόδιον ἡμῖν πᾶσι τόδε τὸ ῥῆμα· Χριστὸς γὰρ ἡ σοφία τοῦ Θεοῦ οὐκ ἐδεῖτο ἔτι συνετισθῆναι, «ἔτι δὲ καὶ ἐκ νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου», ἀφ’ ὧν ἡ ἐπιθυμία, ἤτοι ἔθλιψάν με. «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ». Χριστοῦ τὸ χωρίον τοῦ διὰ παντὸς ὄντος σὺν τῷ Πατρί. «