Ψαλμὸς ιϛʹ
Προσευχή, τῷ Δαβίδ. «Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου πρόσσχες τῇ δεήσει μου». Πλὴν γὰρ Χριστοῦ, οὐδεὶς παρρησιάσοιτο εἰπεῖν πρὸς Θεόν· «Εἰσάκουσον δικαιοσύνης μου· ἐνώτισαι τὴν προσευχήν μου ἐν χείλεσι καθαροῖς». «Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι», μέσον ἐμοῦ κρῖνον καὶ τῶν ἀνθισταμένων μοι. «Οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας», οὐ μέντοι καὶ σκολιότητας περιωπεύοντες. «Ἐδοκίμασας τὴν καρδίαν μου» ἐπισκεψάμενος ἐν νυκτὶ ποῦ κέκτηται τὴν ῥοπήν, «ἐπύρωσάς με» διὰ πειρασμῶν καὶ θλίψεων καὶ καθαρθεὶς «οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία», «ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων», ἀλλὰ τὰ ἐμὰ σφάλματα λαλεῖν ἐνώπιον τοῦ Θεοῦ· «διὰ τοὺς νόμους τῶν χειλέων σου» ἐξέδωκα ἐμαυτὸν ὁδοῖς τεθλιμμέναις. «Κατάρτισαι», παγίωσαι «τὰ διαβήματά μου ἐν ταῖς ὁδοῖς μου», ἵνα μὴ παροδεύωσι πρὸς τρίβους μὴ καθηκούσας. «Κἀγὼ πρός σε ταῦτα κεκραγώς, ἐπήκουσάς μου, ὁ Θεός». «Κλῖνον ἔτι τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου». «Θαυμάστωσον ἐπ’ ἐμοὶ τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σοὶ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου», δηλαδὴ τῷ Χριστῷ σου. «Φύλαξόν με, Κύριε, ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με», εἴτε αἰσθητῶς εἴτε καὶ νοητῶς. «Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον» τυραννικῶς·. «