καὶ τάχα ἐπεὶ ἐγκατέλιπεν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, τούτου χάριν 〈ἐσταυρώθη〉, ὥς φησιν ὁ ἀπόστολος «καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, καὶ ζῇ ἐκ δυνάμεως θεοῦ», ὡς μὴ σταυρωθεὶς [εἴη] ἄν, εἰ μὴ ὁ ἰσχυρὸς αὐτοῦ καταλελοίπει αὐτόν. καὶ ὅρα εἰ μὴ ἔπρεπεν τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν «ὡς πρόβατον ἐπὶ σφαγὴν» ἀχθέντα «καὶ ὡς ἀμνὸν ἐναντίον τοῦ κείροντος ἄφωνον», τὰς οἰκείας δυνάμεις ἀνατιθέναι τῷ θεῷ, καὶ μηδὲν ἴδιον ἔχειν ἡγεῖσθαι ἢ μόνον τὸν πατέρα· διὸ καὶ ἰσχυρὸν τὸν πατέρα αὐτοῦ ἀποκαλεῖ, ὡς καὶ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ ἰσχὺν ἑαυτοῦ καὶ κραταίωμα καὶ καταφυγὴν τὸν πατέρα ὀνομάζει, λέγων· «ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου· κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου· ὁ θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν· ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου». καταλέλοιπεν οὖν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, θελήσας αὐτὸν «μέχρι θανάτου» καὶ «θανάτου σταυροῦ» κατελθεῖν, καὶ τοῦ κόσμου παντὸς λύτρον καὶ ἀντίψυχον ἀποδειχθῆναι καὶ καθάρσιον γενέσθαι τῆς τῶν εἰς αὐτὸν πιστευσάντων ζωῆς.