ῥῦσαί με Τοῦ λαοῦ τῶν Ἰουδαίων κραζόντων· αἶρε αἶρε (ἆρον ἆρον), σταύρωσον αὐτόν. καταστήσεις με Ἀφ’ οὗ γὰρ Ἰουδαῖοι ἠρνήσαντο λέγοντες· οὐκ ἔχομεν βασιλέα, ἐβασίλευσεν ἐπὶ τὰ ἔθνη ὁ κύριος, δεξάμενα τὴν χάριν τῆς πίστεως (τοῦ πνεύματος). λαὸς ὅν Ὁ ἐξ ἐθνῶν λαός, μὴ εἰδότες τὸν Χριστόν· αὐτοὶ ἐδέξαντο αὐτὸν καὶ δουλεύουσιν ἐν φόβῳ (ἐδούλευσαν φόβῳ). εἰς ἀκοήν Μετὰ φόβου γὰρ καὶ σπουδῆς ἐδέξαντο τὰ ἔθνη τὸν λόγον τοῦ κηρύγματος [τῆς θεότητος]. υἱοὶ ἀλλότριοι Υἱοὶ γὰρ τὸ κατὰ σάρκα ἐτύγχανον τοῦ Χριστοῦ, ἀρνησάμενοι δὲ ἀπηλλοτριώθησαν. υἱοὶ ἀλλότριοι Ὡς ἀρχαῖοι καὶ παλαιωθέντες τῇ κακίᾳ ἐβδελύχθησαν· ἐχώλαναν δέ, ὅτι τῇ ὁδῷ τῆς ἀληθείας οὐκ ἔστησαν, ἀλλ’ ἐξέκλιναν. ζῇ κύριος Ὁ Χριστός, ἀναστὰς ἐκ νεκρῶν, ὡς θεὸς οὗτος (οὕτω) εὐλογημένος ὑπὸ πάντων. καὶ ὑψωθήτω Σώσας γὰρ τὸ γένος, τὸ ἀνθρώπινον, ὑψώθη ἀναληφθεὶς εἰς οὐρανούς. ὁ θεὸς ὁ διδούς Ὁ πατὴρ τῷ υἱῷ δώσας (δοὺς) τὴν νίκην πάντων· πάντα γὰρ τὰ ἔθνη ὑπετάγησαν τῇ πίστει τοῦ Χριστοῦ <καὶ θεοῦ>. ὁ ῥύστης Τοῦ ἰουδαικοῦ λαοῦ· ἔβρυχον (ἐβρύχοντο) γὰρ μετ’ ὀργῆς μεγάλης κατὰ τοῦ Χριστοῦ. ἀπὸ τῶν ἐπανιστανομένων Περὶ τοῦ Ἀδὰμ ὁ λόγος· ὕψωσε γὰρ αὐτὸν ἐκ τῶν δαιμόνων, ἀναγαγὼν εἰς οὐρανὸν τὸν ἄνθρωπον. καὶ ὁ Χριστὸς κατ’ ὀφθαλμοὺς τῶν ἐχθρῶν αὐτοῦ ἀνέβη εἰς οὐρανούς.
ἀπὸ ἀνδρός Τὸν Δαυὶδ ἐκ (ἀπὸ) τοῦ Γολιάθ, τὸν Χριστὸν ἐκ τοῦ Ἰούδα.