Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ. Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ Δαυῒδ, καὶ τῷ σπέρματι αὐτοῦ, ἕως αἰῶνος. Ἐπὶ τὸ ἕτερον μεταβαίνει, ὡς ἂν εἴποι τις τὸ δεξιὸν τάγμα, καὶ ἔστιν ἔργοις αὐτοῖς καὶ ὀφθαλμοῖς παραλαβεῖν· ὥσπερ ὁ Δαυῒδ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, ὥσπερ εἰσέτι καὶ νῦν ζῶν καὶ σὺν ἀνθρώποις πολιτευόμενος, διὰ τῶν ἑαυτοῦ γραφῶν ᾠδῶν τε καὶ ὕμνων ἐν πᾶσι τοῖς ἔθνεσι ψάλλει τῷ Θεῷ τῶν ὅλων· καὶ ὁ ἐκ σπέρματος δι᾽ αὐτοῦ γεγονὼς, οὗ εἰς πρόσωπον ἀναφέρεται τὰ προκείμενα, ὁμοίως κρείττων γενόμενος τῶν ἐπιβεβουλευκότων αὐτῷ, εἴποι ἄν· Καὶ ἀπὸ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμὲ ὑψώσεις με. Ἐκείνους μὲν οὖν καταλείπει· τὴν δὲ χάριν τὴν ἐξ αὐτοῦ καὶ τὴν ἀλήθειαν πᾶσι τοῖς ἔθνεσιν μεταδίδωσιν· εἰσέτι τε καὶ νῦν πανταχοῦ γῆς αὐτὸς παρὼν, καὶ μέσος τῶν εἰς αὐτὸν ἠλπικότων ἑστὼς, τῷ Πατρὶ διὰ τῆς ἑαυτοῦ Ἐκκλησίας ἐξομολογεῖται· διό φησι· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ.