Θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσέ μου. Στόμα μου ἐδέετο, καὶ ἱκέτευον τὴν γυναῖκά μου. Ἐλεήσατέ με, οἱ φίλοι· χεὶρ γὰρ Κυρίου ἐστὶν ἡ ἁψαμένη μου.» «Ἡ κοιλία μου ἐξέζεσεν, καὶ οὐ σιωπήσομαι.» «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου.» «Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;» καὶ τὰ λοιπά. «Περιέσχον με ὠδῖνες θανάτου,» καὶ τὰ λοιπά. «Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος.» «Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν,» καὶ τὰ λοιπά. «Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου,» καὶ τὰ λοιπά. «Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέν με ἰσχύς μου.» «Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν,» καὶ τὰ λοιπά. «Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακῷ,» καὶ τὰ λοιπά. «Ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν,» καὶ τὰ λοιπά. «Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην,» καὶ τὰ λοιπά. «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα,» καὶ τὰ λοιπά. «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας,» καὶ τὰ λοιπά. «Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς,» καὶ τὰ λοιπά. —«Ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί· καὶ ἐθέμην,» καὶ τὰ λοιπά. «Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία σου.» «Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ,» καὶ τὰ λοιπά. «Ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου,» καὶ τὰ λοιπά. «Ὠλιγώθησαν, καὶ ἐκακώθησαν ἀπὸ θλίψεως,» καὶ τὰ λοιπά. «Ἀνδρὸς λυπηροῦ ξηραίνεται ὀστᾶ.» «