Τοῦτο γάρ ἐστι τὸ, ἐν κρίσει τὸν ἑαυτοῦ θρόνον ἑτοιμάσαι, καὶ κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι. <Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.> (A f. 62 b) Ἐπεὶ δὲ ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, τὸ κρίνειν ἀντὶ τοῦ δικάζειν λαμβάνειν, ἢ ἀντὶ τοῦ καθηγεῖσθαι καὶ προεστάναι πόλεων ἢ χωρῶν, κατὰ τὸ, «Παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν,» ῥητέον ὅτι ἐξαλειφθέντος εἰς τὸν αἰῶνα τοῦ ὀνόματος τῶν ἐθνῶν, καὶ εἰς ἄπαν ἀνῃρημένης ἀρχῆς ἁπάσης καὶ ἐξουσίας διαβολικῆς ἐν δικαιοσύνῃ, κατάρξει καὶ κατακυριεύσει Χριστός. Ὁ γάρ τοι θρόνος, τὴν βασιλείαν ὑποδηλοῖ, ἤτις, οὐδενὸς ἀνθεστηκότος, ἑτοιμοτάτη τις ἔσται, τουτέστιν ἀδιακωλύτως ἐκλάμπουσα, καὶ κατακρατοῦσα τῶν ὅλων. Δικάσει γὰρ ὁ Χριστὸς ἐν δικαιοσύνῃ, καὶ κατάρξει λαῶν τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην· βεβασίλευκε γὰρ τῆς ὑπ᾽ οὐρανόν. Νοήσεις δὲ τοὺς στίχους καὶ οὕτως· ὅτι ὁ τὴν τοῦ διαβόλου τυραννίδα καθελὼν, καὶ τῆς ἐκείνου σκαιότητος ὅλην ἀπαλλάξας τὴν ὑπ᾽ οὐρανὸν, αὐτὸς ἥξει κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Πᾶσαν γὰρ τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, καὶ δεῖ πάντας ἡμᾶς φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. <Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψεσι.> (C f. 16 b) Ποίῳ φησὶ πένητι;