εἰπὼν γοῦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὸ «ὁ θεὸς ὁ θεός μου πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με» καὶ ἑξῆς ἐπαγαγὼν τὸ «ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ», καὶ ἔτι προσθεὶς τὸ «περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με», καὶ σαφῶς τὸν θάνατον αὐτοῦ προμαρτυράμενος διὰ τὸ «εἰς χοῦν θανάτου κατήγαγές με, ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχεν με, ὤρυξαν χεῖράς μου καὶ πόδας μου», καὶ ἔτι τὰ ἀμφὶ τῷ πάθει συμβεβηκότα αὐτῷ σημήνας διὰ τοῦ «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον»· ταῦτα καὶ τὰ τούτοις παραπλήσια προειπών, οὐκ ἐπὶ τούτοις ἔστη, ἀλλ᾽ ἐπιλέγει· «οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν ἐπήκουσέν μου». πῶς δ᾽ ἂν ἔλεγεν εἰσηκοῦσθαι, εἰ μὴ πάντως τετυχήκει τῶν εὐχῶν καὶ ὧν ἐν τοῖς πρόσθεν ἐδεδέητο, ὅτε ἔλεγεν τὸ «εἰς χοῦν θανάτου κατήγαγές με, ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου».