Καὶ ἄλλως δέ· Ἐπεὶ διπλοῦς ἐστιν ἡμῖν ὁ ἄνθρωπος, ἔσω τε καὶ ἔξω λεγόμενος παρὰ τοῦ Παύλου, εἰσέρχεσθαι μὲν ἐκεῖνος ἂν λέγοιτο ὁ ἐπιμέλειαν ποιούμενος τοῦ ἔσω ἀνθρώπου· ἐξέρχεσθαι δὲ πάλιν, ὁ νεκρῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὰς πράξεις τοῦ σώματος ἐν Χριστῷ θανατῶν. Ὁ τοιοῦτος οὖν «καὶ νομὴν εὑρήσει» ἐν τῷ μέλλοντι αἰῶνι, κατὰ τό, «Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει,» καὶ τὰ ἑξῆς. «Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.» Ἐπειδὴ οἱ τῷ Θευδᾷ, καὶ Ἰούδᾳ, καὶ τοῖς λοιποῖς ἀποστάταις συναπαχθέντες, ἐσφάγησαν καὶ ἀπώλοντο, διὰ τοῦτο ἐπήγαγε λέγων· «Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ καὶ ἀπολέσῃ,» ἐκείνους καὶ τοὺς ὁμοίους αὐτοῖς κλέπτας καλῶν. «Ἐγὼ δέ, φησίν, ἦλθον, ἵνα ζωὴν ἔχωσιν.»