Αὐτὸς ἐπὶ θαλασσῶν καὶ ἐπὶ ποταμῶν τὴν γῆν θεμελιώσας καὶ ἑτοιμάσας αὐτήν», ἐν τάφῳ σμικροτάτῳ ἑκὼν ὕπτιος ἀνεκλίθη. «Τίς ἀναβήσεται εἰς τὸ» οὐράνιον «ὄρος τοῦ Κυρίου, ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ» δεξιᾷ τοῦ πατρός, ὡς «ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ»; οὐδεὶς ἄλλος, εἰ μὴ πάλιν αὐτὸς ὁ τῆς οὐσίας κοινωνὸς καὶ τῆς τοῦ πατρὸς παρεδρίας ἐπάξιος, ὡς Υἱὸς ἀγαπητός. «Ὃς δὲ οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ, λήψεται» καὶ αὐτός, φησίν, «εὐλογίαν παρὰ Κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ». «Ἡ δὲ τοιαύτη γενεὰ τῶν ζητούντων τὸν Κύριον καὶ ζητούντων τὸ πρόσωπον αὐτοῦ τοῦ θεοῦ Ἰακώβ», ἤτοι, οἱ δορυφόροι τοῦ ἀνερχομένου ἐν τόπῳ ἁγίῳ αὐτοῦ πρὸς τὰς ἀνωτέρας δυνάμεις αὐδοῦσιν· «Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». Αἱ δέ· «Τίς ἐστι», φησίν, «οὗτος», ὅν φατε «βασιλέα τῆς δόξης;» Αἱ δὲ ἀναφέρουσαι τὸν βασιλέα βεβαιοῦσι τὸ μυστήριον· «Κύριος», φησί, «κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ», θανάτου νικητής, διαβόλου ἀναλωτὴς καὶ τῶν αὐτοῦ ταμείων ἐκσκυλευτής· «Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν», ἀναντιρρήτως καὶ ἀναμφιβόλως, «ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης», ὡς «Κύριος τῶν δυνάμεων» πάντων ἡμῶν ἁπαξαπλῶς.