Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν ταῦτα πάντα γένηται. Γενεάν, φησίν, οὐ τοὺς τότε παρόντας, ἀλλὰ τὴν τῶν πιστῶν πᾶσαν γενεάν. Οἶδε γὰρ καὶ γενεὰν ἀπὸ τῆς ὁμοτροπίας ὀνομάζειν ἡ Γραφή, ὡς τό, «Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον.» Ἐπειδὴ γὰρ ταραχὰς καὶ πολέμους, καὶ ἀλλοιώσεις εἶπε γενέσθαι καὶ στοιχείων καὶ πραγμάτων, ἵνα μήτις ὑπολάβῃ, ὅτι μή ποτε καὶ ὁ Χριστιανισμὸς καταλυθήσεται, Οὐχί, φησίν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη τῶν Χριστιανῶν. Οὐρανὸς μὲν γὰρ καὶ γῆ ἀλλοιωθήσονται, οἱ δὲ λόγοι μου, καὶ τὸ Εὐαγγέλιόν μου οὐ καταλυθήσονται, ἀλλὰ μενοῦσι, κἂν τὰ πάντα σαλεύωνται, καὶ ἡ εἰς ἐμὲ πίστις οὐκ ἐκλείψει. Ἐμφαίνει δὲ ἐντεῦθεν, ὅτι τὴν Ἐκκλησίαν προτιμοτέραν ἔχει πάσης τῆς κτίσεως, εἴγε ἡ μὲν κτίσις ἀλλοιοῦται, τῆς δὲ τῶν πιστῶν Ἐκκλησίας, καὶ τῶν λόγων αὐτοῦ καὶ τοῦ Εὐαγγελίου οὐδὲν περιέσται. «Προσέχετε δὲ ἑαυτοῖς, μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ἐπιστῇ ἐφ’ ὑμᾶς ἡ ἡμέρα ἐκείνη· ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.»