Εἰ ζητεῖς Θεὸν, ὦ διάνοια, ἐξελθοῦσα ἀπὸ σαυτῆς ἀναζήτει. Τίτλ. Δ. —Περὶ ἀγάπης καὶ φόβου Θεοῦ· καὶ ὅτι παντὸς ἀγαθοῦ ὑπερέχουσιν. «Ἐκάλεσεν ἄγγελος Κυρίου τὸν Ἀβραὰμ ἐξ οὐρανοῦ, καὶ εἶπεν αὐτῷ· Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Εἶπε δέ· Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριόν σου, μηδὲ ποιήσῃς αὐτῷ μηθέν. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ σὺ τὸν Θεὸν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ.» «Καὶ νῦν, Ἰσραὴλ, τί Κύριος ὁ Θεὸς ἀπαιτεῖ παρὰ σοῦ, ἀλλ᾽ ἢ φοβεῖσθαι αὐτὸν, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ;» «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς δυνάμεώς σου.» «Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν.» «Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ. Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν.» «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ.» «Ἀρχὴ σοφίας, φόβος Κυρίου.» «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.» «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου.» «Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.» «Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θέλεις, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖς,» καὶ τὰ λοιπά. «Κύριος δώσει σοφίαν, καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει.» «Φόβος Κυρίου πηγὴ ζωῆς· ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.» «Φόβος Κυρίου μισεῖ κακίαν.» «Φόβος Κυρίου προστίθησιν ἡμέρας. Ὀχύρωμα ὁσίων, φόβος Κυρίου.» «