Τί δὲ, ἂν καὶ πλείονα ἀποδῷ; ἆρα οὐχὶ καὶ μειζόνως ἐκέρδανε; Παντί που δῆλον. Τοῦτο τοίνυν καὶ ἐφ᾽ ὧν ἡμεῖς πάσχομεν, λογισώμεθα. Ὅτι γὰρ ὑπὲρ ὧν ἂν πάθωμεν κακῶς, ἢ ἁμαρτήματα διαλυόμεθα, ἢ λαμπροτέρους λαμβάνομεν στεφάνους, ἂν μὴ ἁμαρτήματα τοσαῦτα ἔχωμεν, ἄκουσον τοῦ Παύλου λέγοντος πρὸς τὸν πεπορνευκότα· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Καὶ τί τοῦτο; φησί. Περὶ γὰρ τῶν ἀδικουμένων παρ᾽ ἑτέρων ὁ λόγος ἦν, οὐ περὶ τῶν παρὰ τῶν διδασκάλων διορθουμένων. Μάλιστα μὲν οὐδὲν τὸ μέσον· τὸ γὰρ ζητούμενον ἦν, εἰ τὸ παθεῖν κακῶς οὐκ ἔστιν ἐπήρεια τῷ παθόντι. Ἀλλ᾽ ἵνα καὶ πρὸς τὸ ἐγγύτερον τοῦ ζητουμένου ἀγάγω τὸν λόγον, ἀναμνήσθητι τοῦ Δαυΐδ, ὃς τὸν Σεμεῒ τότε ὁρῶν ἐπικείμενον καὶ ἐναλλόμενον αὐτοῦ τῇ συμφορᾷ, καὶ μυρίοις αὐτὸν ὀνείδεσι πλύνοντα, βουλομένων ἀνελεῖν τῶν στρατηγῶν, διεκώλυε λέγων· Ἄφετε αὐτὸν καταρᾶσθαι, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας ταύτης ἐν τῇ ἡμέρᾳ ταύτῃ. Καὶ ἐν τοῖς Ψαλμοῖς δὲ ᾄδων ἔλεγεν· Ἴδε τοὺς ἐχθρούς μου ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ὁ Λάζαρος δὲ διὰ τοῦτο ἀπέλαυσεν ἀνέσεως, ἐπειδὴ μυρία κατὰ τὸν βίον τοῦτον ἔπαθε κακά.