Ἀναγκαίως οὖν συνέπλεξεν ἑαυτὸν τῇ ἐπὶ τὸν Κύριον ἐλπίδι, καὶ ἑαυτοῦ κατηγορεῖ, ὡς δυναμένου σαλευθῆναι καὶ ἐκτραπῆναι καὶ ἐξασθενῆσαι. Πλὴν οὐδὲν πείσεσθαι διὰ τὴν εἰς Θεὸν ἐλπίδα θαῤῥῶν διεβεβαιοῦτο· ᾔδει γὰρ, ὅτι ἡ ἐλπὶς οὐ καταισχύνει, κατὰ τὸν Ἀπόστολον Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου. Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστὶ, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. Οὐχ ὡς ἀλαζονευόμενος, οὐδ᾽ ἐπαιρόμενος ἔλεγε τό· Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου· ἀλλ᾽ ὡς ἐν εὐχῇ παρακαλῶν ὑπὸ τοῦ Θεοῦ καθαρθῆναι διὰ τῆς πυρώσεως, εἰ δέοιτο καθάρσεως. Παρακαλεῖ τοίνυν δοκιμασθῆναι καὶ πειρασθῆναι τὴν προλεχθεῖσαν αὑτοῦ ἀρετὴν, καθ᾽ ἢν διαπρέψας ἀποδέδεικται, οὐκ ἐφ᾽ ἑαυτῷ πεποιθὼς, ἀλλ᾽ ἐπὶ τῷ τοῦ Θεοῦ ἐλέῳ. Οὕτω γοῦν, φησὶ, διὰ παντὸς σὲ τὸν Θεὸν καὶ τὸν σὸν ἔλεον πρὸ ὀφθαλμῶν ἔχων, πάντα τὸν ἐμαυτοῦ βίον καὶ πάσας μου τὰς πράξεις ἐπαιδαγώγουν, ὡς εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου. Οὐ γὰρ μεθ᾽ ὑποκρίσεως, ἀλλ᾽ ἐν ἀληθείᾳ περιεπάτησα καὶ ἀνεστράφην, μόνῳ τῷ Θεῷ εὐαρεστῆσαι σπουδάζων.