Διό· «Ἐμίσησα ἐκκλησίαν», ἤτοι, συναγωγὴν «πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω», ἀλλά· «Νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου» πρῶτον καὶ καθαρθήσομαι καὶ εἶθ’ οὕτως «κυκλώσω τὸ θυσιαστήριόν σου τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου». Χρὴ γὰρ τοῖς παρεδρεύουσι τῷ θυσιαστηρίῳ ἀθῴους ἔχειν τὰς χεῖρας καί, ὅσον ἐφικτόν, καθαρὰν τὴν καρδίαν, καὶ χείλεσιν ἁγνοῖς διαπορθμεύειν τὰ τοῦ Θεοῦ θαυμάσια. «Κύριε, ἠγάπησα, εὐπρέπειαν οἴκου σου», αἰσθητοῦ ἅμα καὶ νοητοῦ, ἐν οἷς αὐτὸς εὐδοκεῖς κατοικεῖν, διὰ τὴν εὐπρέπειαν. «Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν αἱ ἀνομίαι, καὶ ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων». Μεθ’ ὧν οὐ προειλόμην καθίσαι, ἀλλ’ ἐξέφυγον τὴν ἐκκλησίαν αὐτῶν, ἵνα μὴ σὺν τούτοις ἀπόλωμαι. «Ἐν ἀκακίᾳ δὲ πορευθείς, λύτρωσαί με, Κύριε, καὶ ἐλέησόν με». «Ὁ πούς μου ἔστη ἐν εὐθύτητι» τῶν σῶν προσταγμάτων, κἀντεῦθεν λοιπὸν «ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε», ἤτοι, ἐν συναγωγαῖς κηρύξω καὶ μεγαλύνω σε, Κύριε.