Ὁ γοῦν ἀγαθαῖς ἐλπίσιν ἐφωδιασμένος, καὶ τὸν Θεὸν κτησάμενος πύργον ἰσχύος, ἢ, κατὰ τὸν Ἀκύλαν, «πύργον κράτους·» ἢ, «πύργον ὀχυρὸν,» κατὰ τὸν Σύμμαχον· ἐρεῖ· «Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας· σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου» Οὐ γὰρ ἐπ᾽ ἐμαυτῷ, φησὶν, εὐθαρσήσω, ἀλλ᾽ ἐπὶ τῇ σκέπῃ τῶν σῶν πτερύγων. Οὕτω δὲ καλεῖν εἴωθεν ὁ Λόγος τὰς προνοητικὰς τοῦ Θεοῦ δυνάμεις, ὑφ᾽ ἃς σκεπάζεται ὁ θεοφιλὴς, μηδέποτε τῆς σκέπης ἀναχωρῶν τοῦ Θεοῦ, ἀλλὰ δι᾽ αἰῶνος ἔνδον ἐν αὐτῇ κατοικῶν· καὶ ἤδη μὲν ἀπολαύων τῆς Ἐκκλησίας αὐτοῦ καὶ τῆς εὐπρεπείας τοῦ οἴκου αὐτοῦ, ὥστε λέγειν· «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου» καὶ «τόπον σκηνώματος τῆς δόξης σου·» καὶ, «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» Εἰ δέ ἐστι καὶ ἐπουράνιος σκηνὴ, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, ἧς τὴν εἰκόνα Μωϋσῆς προσταχθεὶς ἐποίει, εἰς ἐκείνην ἀναπέμπων τὴν σκηνὴν, εἴποι ἂν τό· «Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας.» Ταύτην γὰρ εἴληφε τὴν ἐπαγγελίαν ὁ τέλειος, οὐ σκοπῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.»