Ὁ δὲ Πιλᾶτος· Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Οὐ σὺ μόνον, ὦ Πιλᾶτε, ἀλλ᾽ οὐδὲ Ἰουδαῖοι, ἀλλ᾽ οὐδὲ τυφλοὶ, ἀλλ᾽ οὐδὲ νεκροὶ, οὐδὲ ἥλιος, οὐδὲ σελήνη, οὐδὲ ὁ κόσμος, οὐδὲ οἱ δίκαιοι πάντες προφῆται καὶ μάρτυρες, οὐδὲ ὁ λέγων προφήτης· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Πάντες Πιλάτῳ συντρέχουσι δικαίαν φέροντες ψῆφον· μόνοι μάχονται Ἰουδαῖοι, κραυγῇ δικαζόμενοι, καὶ θορύβῳ τὴν ἀλήθειαν ἐπισκιάζειν φιλονεικοῦντες, καὶ τὸ τοῦ Ἡσαΐου βεβαιοῦντες· Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἐν ὅσῳ ταῦτα ἐπράττετο, καὶ ὁ Πιλᾶτος οὔτε λέγειν οὔτε ἀκούειν ἠδύνατο διὰ τὴν σύμμικτον ταραχὴν, καὶ στάσις ἐμελετᾶτο. Ἔπεμψε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ, καλὴ βοηθὸς, ἱέμενον ἄνδρα κατέχουσα, Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, λέγουσα· εἰ μὲν δύνασαι, σῶσον αὐτόν· εἰ δὲ οὐ δύνασαι, σαυτὸν διάσωσον· μονονουχὶ λέγουσα τὸ τοῦ Δαυῒδ λόγιον, Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν σου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν σου. Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον κατ᾽ ὄναρ δι᾽ αὐτόν. Ἄλλος Ἰωσὴφ, διὰ τῶν ἐνυπνίων τὴν ἀλήθειαν ὁρῶσα, ταῖς Ἰουδαίων κραυγαῖς ἀντιμαρτυροῦσα· ἔπρεπε γὰρ αὐτοὺς ὑπὸ γυναικῶν ἡττᾶσθαι.