Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ» τῇ νοητῇ ἅμα καὶ τῇ αἰσθητῇ, οὐ ζωοθύτου θυσίας προσαγωγήν, ἀλλὰ «θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ», ᾄδων καὶ ψάλλων μου τῷ Κυρίῳ λέγων· «Εἰσάκουσον, Κύριε, φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου.» Ὅτι εἶπεν ἡ καρδία μου «Κύριον ζητήσω». «Ἐξεζήτησέ σε τὸ πρόσωπόν μου καὶ τὸ πρόσωπόν σου, Κύριε, ζητήσω». Διό· «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με», ἤτοι, μὴ ἀποδιώξῃς με, «καὶ μὴ ἐγκαταλίπῃς με ὁ Θεὸς ὁ σωτήρ μου». «Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με», σὺ δέ, Κύριε, γενοῦ μετ’ ἐμοῦ. «Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ». Ὅρα πῶς γενικώτατος ὁ ψαλμὸς οὗτός ἐστι, παντὸς προσώπου διατεινομένου προσφεύγειν Θεῷ· οὕτω γὰρ τὰ τῶν προφητῶν ἀποφθέγματα, οὐ πρὸς ἑαυτοὺς ἁπλῶς, ἀλλὰ καὶ πρὸς τὸ κοινῇ συμφέρον τὴν δύναμιν ἔχουσιν. «Ἕνεκα τῶν ἐχθρῶν μου», ἵνα μὴ κατορχήσωνταί μοι. «Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ». Τοῦτο καὶ εἰς Δαβὶδ καὶ εἰς Χριστὸν καὶ εἰς πολλοὺς μέχρι τοῦ νῦν συκοφαντουμένους τελεῖται τὸ ῥῆμα· ὅμως ἐψεύσατο ἡ ἀδικία ἑαυτήν, ὡς πομφόλυξ ῥᾷον ἠφανισμένη. Ἐγὼ δέ· «Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.