κύριος δὲ ὁ θεὸς τοῦ πατρός μου ἰσχὺν τῷ λαῷ αὑτοῦ δώσει· κύριος εὐλογήσει ὑμᾶς τὸν λαὸν αὑτοῦ ἐν εἰρήνῃ, καὶ συμβιβάσει καὶ συμφράξει τῇ εἰς ἀλλήλους ἀπαῤῥησιάστῳ ἀγάπῃ, καὶ συνενώσει τῇ ὁμοψύχῳ βουλήσει καὶ προαιρέσει, “ἵνα μὴ ᾖ ἐν ὑμῖν σχίσματα”, κατὰ τὸν ἀπόστολον, μηδὲ γνωμικὰ θελήματα, μηδὲ ἰδικὰ ἐπιθυμήματα, ἅτινά εἰσι πονηρὰ ἐπιτηδεύματα, ἀλλὰ τὸ αὐτὸ ὑπάρχῃ κοινῶς καὶ καθολικῶς, ἓν θέλημα καὶ ἓν ἐπιθύμημα, ὡς ἐξ ἑνὸς καὶ ἐν ἑνὶ σώματι ἐνεργούμενον· τοῦτο γὰρ τὸ κοινόβιον καὶ τοῦτο ἡ ἐκκλησία, καὶ ἐν τούτῳ τὸν Χριστὸν κεφαλὴν ἔχοντες ἐπιδεικνύμεθα. ἕως πότε λοιπὸν αἱρετιεῖ ὁ αἱρετιῶν καὶ ἰδιογνωμεῖ ὁ ἰδιογνωμῶν; “οὐαί”, φησίν, “οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες”. ἀρκεῖ αὐτῷ ἡ τηλικαύτη ἀρὰ τοῦ προφήτου. “πάντα πρόιντο ἄν”, ὥς φησί που ὁ θεολόγος Γρηγόριος, “ἢ τοὺς οἴκοθεν λογισμούς, μεθ’ οὓς ἔρχονται, καὶ τὴν συνήθειαν, ᾗ συνανεστράφησαν”. ἀλλ’ οὐ χρὴ ταῦτα εἶναι· ἔν τισιν· ἢ οὐκ οἴδατε, τί λέγει πάλιν ὁ θεῖος καὶ μέγας Βασίλειος; ὅτι “ὁ ὑπὲρ τοὺς ἄλλους ἐπιζητῶν τι πλέον, ἐκείνης ἐστὶ τῆς φωνῆς ἄξιος, ᾗ φησι· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ ἄρξεις αὐτοῦ”. διὰ τοῦτο συντριβόμεθα τοῖς λογισμοῖς, διὰ τοῦτο ταλαιπωροῦμεν μὴ προκόπτοντες, διὰ τοῦτο ἀναβαίνουσι διαλογισμοὶ πονηροὶ ἐν ταῖς καρδίαις ἡμῶν.